TLG 4101 001 :: ETYMOLOGICUM PARVUM :: Etymologicum parvum

ETYMOLOGICUM PARVUM Lexicogr.
(A.D. 9)

Etymologicum parvum

Source: Pintaudi, R. (ed.), Etymologicum parvum quod vocatur [Testi e documenti per lo studio dell’antichità 42] Milan: Istituto Editoriale Cisalpino, 1973: 1–109.

Citation: Letter — entry — (line)

t

1

Ἐτυμολογίαι διάφοροι ἀπὸ διαφόρων ἐτυμολογικῶν ἐκλεγεῖσαι.

alpha

1

Epim. Ps. Ἄφρων· παρὰ τὸ φρῶ, τὸ προϊῶ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄφρων.

alpha

2

Epim. Ps. Ἀνάστηθι· προπαροξύνεται· πᾶν ῥῆμα, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται· οἷον ἓς ἄνες, ἓς ἄφες· εἰ δὲ δισύλλαβον εἴη, προ‐ παροξύνεται· οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι.

alpha

3

Epim. Ps. Ἀστραπή· παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ βλάπτειν.

alpha

4

Epim. Ps. Ἄνοια· παρὰ τὸ νοῦς νοὸς νοιά· καὶ μετὰ τοῦ στερητικοῦ Α ἄνοια.

alpha

5

Orion Ἄρουρα· παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ
τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν.1

alpha

6

Orion Ἀκρίς· παρὰ τὰς ἄκρας τῶν σταχύων ἐσθίειν.

alpha

7

Orion Ἀχλύς· παρὰ τὸ τὰς ὄψεις ἡμῶν λυπεῖν καὶ ὀχλεῖν.

alpha

8

Hrd. Αἶξ· αἶξ αἰγός· ὁ κανών· τὰ εἰς ᾀξ μονοσύλλα‐ βα, ἔχοντα πρὸ τοῦ Ξ δίφθογγον ἀρχόμενα ἀπὸ συμφώνου διὰ τοῦ Κ κλίνονται, δὰξ δακός, Θρᾷξ Θρᾳκός· τὸ δὲ αἶξ, ἐπειδὴ μόνον ἀπὸ φωνήεν‐
5τος ἤρξατο, διὰ τοῦ Γ κλίνεται· γίνεται δὲ πα‐ ρὰ τὸ ἀΐσσω ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω καὶ ἐν συναιρέσει αἶξ.

alpha

9

Ἀσκητής· παρὰ τὸ ἀσκῶ ἀσκήσω {ἀσκήσω} ἀσκητής· σημαίνει δὲ τὸ πονῶ· ὁ τῆς ἀσκή‐ σεως πόνος.

alpha

10

Epim. Hom. Ἀστεῖος· σημαίνει τρία· ἀστεῖος λέγεται κυ‐ ρίως ὁ ἐν ἄστει διατρίβων· καὶ ὁ δι’ ἦθος χρη‐ στὸν ἐπαινούμενος, ὡς ‘ἦν τὸ παιδίον ἀστεῖον
τῷ Θεῷ‘. λέγεται δὲ καὶ ὁ γελωποιός.2

alpha

11

Ἀπορῶ· παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος, ὃ σημαίνει τὸν ἀδιάβατον τόπον τοῦ ποταμοῦ.

alpha

12

Αὐθαίρετος· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι, αἱρετός, καὶ ἐν συγκοπῇ αὐταίρετος, καὶ τρο‐ πῇ τοῦ Τ εἰς Θ αὐθαίρετος· σημαίνει δὲ τὸν αὐτοπροαίρετον.

alpha

13

Ἀνοεῖν· ἀνοεῖν καὶ ἀγνοεῖν διαφέρουσιν· ἀνοεῖν μέν ἐστι τὸ μηδ’ ὅλως αἰσθάνεσθαι, ἀγνοεῖν δὲ τὸ ἐπιλανθάνεσθαι.

alpha

14

Ἀμφιέν〈ν〉υται· σημαίνει τὸ ἐνδύεται· γίνεται δὲ παρὰ τὸ ἔω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ Ν ἔνω καὶ κατὰ παραγωγὴν ἐνύω καὶ εἰνύω· καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ Ϊ τρέπειν
5πρὸς τὸ ἐπιφερόμενον σύμφωνον, οἷον εἴρω ἔρρω, φθείρω φθέ‵ρ′ρω, τὸν αὐτὸν τρόπον τρέπεται τὸ Ϊ εἰς τὸ Ν καὶ γίνεται ἐννύω καὶ μετὰ τῆς ΑΜΦΙ προθέσεως ἀμφιεννύω καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυται.

alpha

15

Epim. Ps. Ἀλαλάζω· παρὰ τὸ λῶ τὸ λαλῶ· οὗ παράγω‐ γον λάζω καὶ κατὰ ἀναδιπλασιασμὸν λαλά‐
ζω καὶ μετὰ τοῦ στερητικοῦ Α ἀλαλάζω.3

alpha

16

Orion Ἄκρατος· ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κερά‐ σω, ἐξ οὗ παράγωγον κρῶ κράσω κρατὸς καὶ μετὰ τοῦ στερητικοῦ 〈Α〉 ἄκρατος, κατὰ ἀνάδο‐ σιν τοῦ τόνου, οἱονεὶ ὁ 〈μὴ〉 μεμιγμένος.

alpha

17

Ἀφή· παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγί‐ ζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ ἐξ αὐτοῦ ἀφή.

alpha

18

Hrd. Ἀκροθίνιον· σημαίνει τὴν ἀπαρχήν· γέγονε δὲ παρὰ τὸ ἄκρον καὶ τὸ θίς, ὃ σημαίνει τὴν ἀπαρχὴν τὸν σωρόν.

alpha

19

Αἴλουρος· παρὰ τὸ αἰολεῖν καὶ κινεῖν τὴν οὐράν.

alpha

20

Ἀφίγμεθα· ἥκω ἥξω ἧχα ἷγμαι καὶ μετὰ τῆς ΑΠΟ προθέσεως ἀφίγμαι, καὶ τὸ πληθυντικὸν ἀφίγμεθα.

alpha

21

Ἀντιλάβοιτό σου· ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ μέλλων λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ὁ μέσος ἐλαβόμην καὶ τὸ εὐκτικὸν λαβοί‐ μην, λάβοιο λάβοιτο καὶ μετὰ τῆς ἀντι ἀντι‐
5λάβοιτο.

alpha

22

Epim. Ps. Ἄρατε· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν
ἄρον, ἀράτω.4

alpha

23

Epim. Ἄρτιον· σημαίνει τὸ σῶον καὶ ὑγιές· γίνε‐ ται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιον· τὸ δὲ ἀρτῶ πα‐ ρὰ τὸ ἀρῶ τὸ ἁρμόζω.

alpha

24

Ἀκμάζω· παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν ἡλικίαν· τὸ δὲ ἀκμὴ παρὰ τὸ ἄγω ἀγὴ καὶ πλεονασμῷ τοῦ Κ ἀγκὴ καὶ τροπῇ τοῦ Γ εἰς Μ 〈ἀκμὴ καὶ μεταθέσει〉 ἀκμή.

alpha

25

Ἀωρία· ἔστιν ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄωρος, καὶ τὸ θηλυ‐ κὸν ἀωρία, ἤγουν ἡ σκότωσις· τοῦτο δὲ πα‐ ρὰ τὸ ὁρῶ, τὸ βλέπω.

alpha

26

Ἀπρόσιτος· ἔστιν εἶμι, τὸ πορεύομαι· ὅπερ ἐν τοῖς ἑνικοῖς, διὰ τοῦ ΕΙ διφθόγγου· ἐν δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ Ϊ. τὸ πρῶτον τῶν πληθυντικῶν ἶμεν, τὸ δεύτερον ἴτε· ἐξ
5αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται, καὶ μετὰ τοῦ στερητικοῦ Α καὶ τῆς ΠΡΟΣ προθέσεως ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆ‐ ναι οὐ δύναται.

alpha

27

Ἀπηλεγέως· σημαίνει τὸ ἀποτόμως· ἐκ τοῦ ἀλέγω, τὸ βοηθῶ, γίνεται ἀλεγὴς καὶ μετὰ τῆς ἀπο προθέσεως ἀπηλεγής, καὶ ἐξ αὐ‐
τοῦ ἐπίρρημα ἀπηλεγέως.5

alpha

28

Ἀνηλίων· ἔστι δῆλος, ὁ φανερός, καὶ ἐξ αὐτοῦ δήλιος, ἀποβολῇ τοῦ Δ ἥλιος καὶ ἀνήλιος, ἡ γενικὴ τῶν πληθυντικῶν ἀνη‐ λίων.

alpha

29

Ἅτε· ἐπίρρημα παραβολικὸν ἀντὶ τοῦ ὥσπερ· ‘ἅ τε παρθένος ἠΐθεός τε‘.

alpha

30

Hrd. Ἄσεμνα· ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ σέβω, ἐξ οὗ καὶ τὰ εἰς ΜΝΟΣ δισύλλαβα μονογενῆ πρὸ τέλους φύσει μακρᾷ παραλη‐ γόμενα βαρύνονται ὕμνος, σκύμνος· τὸ μέν‐
5τοι σεμνός, τριγενὲς ὄν, ὀξύνεται.

alpha

31

Ἀκίνδυνος· παρὰ τὸ κινεῖν τὰς ὀδύνας γί‐ νεται κίνδυνος, καὶ μετὰ τοῦ στερητικοῦ Α ἀκίνδυνος.

alpha

32

Epim. Ps. Ἄνες· παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλ‐ λων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετο‐ χὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἄνες, μετὰ τῆς ΑΝΑ προθέσεως.

alpha

33

Epim. Ps. Ἀπώλετο· ὄλω τὸ ἀπόλλω, τὸ παθητικὸν ὄλομαι, ὁ παρατατικὸς ὠλόμην ὤλου ὤλε‐
το καὶ ἀπώλετο.6

alpha

34

Hrd. Ἀπαιωρημένος· ἐκ τοῦ αἴρω, τὸ κουφίζω· πλεονασμῷ τοῦ Ω αἰωρῶ, ὥσπερ καὶ τὸ εἴωθα.

alpha

35

Epim. Αἰγλῆντα· ὄνομα θηλυκόν· ἡ αἰγλῆντα, τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντα καὶ αἰγλῆντα κατὰ κρᾶσιν.

alpha

36

Ἀπέδου· δίδωμι, ὁ μέλλων δώσω, ὁ πα‐ θητικὸς μέσος δεύτερος ἀόριστος ἐδόμην ἔδου καὶ ἀπέδου.

alpha

37

Epim. Ps. Ἀκουτιεῖς· ἔστιν ἀκούω· ὁ παθητικὸς πα‐ ρακείμενος ἤκουσμαι, ἤκουσται· ἐξ αὐτοῦ ἀκουστὸς καὶ ἀκουτίζω, ὁ μέλλων ἀκου‐ τίσω, ὁ Ἀττικὸς μέλλων ἀκουτιῶ· σημαί‐
5νει δὲ τὸ ποιῶ ἀκοῦσαι.

alpha

38

Epim. Ἄττειν· τὸ ἅλλεσθαι καὶ πηδᾶν· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, γίνεται ἄσσω καὶ τροπῇ τῶν δύο ΣΣ εἰς ΤΤ ἄττω.

alpha

39

Αἰτιᾶται· παρὰ τὸ ἴω, τὸ ἔρχομαι, 〈καὶ〉 μετὰ τοῦ ἐπιτατικοῦ Α ἀΐω, τὸ πάνυ ἔρχο‐ μαι, ἐξ αὐτοῦ αἰτία, καὶ αἰτιῶ αἰτιᾷς αἰ‐ τιᾶται.

alpha

40

Epim. Ἀκλόνητον· παρὰ τὸ κλάνω.7

alpha

41

Ἄβαλ· παρὰ τὸ βάλλω, βάλ, κατ’ ἀφαίρεσιν τοῦ Λ καὶ τοῦ Ω· καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἄβαλ ἐπίρρημα.

alpha

42

Ἀμπλάκημα· παρὰ τὸ ἀναπλέκεσθαι τῷ ἀν‐ δρί.

alpha

43

Orion Ἀνάγκη· παρὰ τὸ ἀνάγω, ἀνάγη, καὶ πλεο‐ νασμῷ τοῦ Κ ἀνάγκη.

alpha

44

Ἀθύρματα· ἀθρήματά τινα ὄντα· παρὰ τὸ ἀθρεῖν θεάματα.

alpha

45

Ἀκήρατος· παρὰ τὸ κηραίνω, καὶ ὤφειλεν εἶναι ἀκήραντος, ἀλλὰ πεποίηται ἡ λέξις.

alpha

46

Ἀχλάς· ἡ ἀγρία ἀπιδέα· παρὰ τὸ ὄχλησιν ἐμποιεῖν ἐν τῷ ἐσθίεσθαι, ἢ ἡ μηδέπω ἐν χρείᾳ γεγονυῖα.

alpha

47

Ἁρμός· παρὰ τὸ ἁρῶ, τὸ ἁρμόζω.

alpha

48

Epim. Ἀνενδοίαστος· ἔστιν ἐνδοιάζω, τὸ ἀμφιβάλ‐
λω καὶ δοκῶ· γράφεται δὲ διὰ τοῦ ΟΙ διφθόγ‐ γου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὅ ἐστι τὸ συναλίζομαι· τὸ δὲ ἀνενδοιάζω,8
5ἔστι ῥῆμα δοάζω, τὸ ἀμφιβάλλω· καὶ Ὅμη‐ ρος ‘δοάσσατο κέρδιον εἶναι‘ ἀντὶ 〈τοῦ〉 ἔδοξε. ἀπὸ τοῦ δοάσσω, τὸ δοκῶ, κατὰ πα‐ ραγωγὴν Δωρικὴν τῶν δύο ΣΣ εἰς Ζ δοά‐ ζω, καὶ πλεονασμῷ τοῦ Ϊ δοιάζω καὶ ἀνεν‐
10δοιάστως ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβό‐ λως.

alpha

49

Epim. Ἄμητος· ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω, καὶ ἐξ αὐτοῦ ἄμητος· δια‐ φέρει δὲ ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ
5καιρὸς τοῦ θέρους, ἀμητὸς δὲ ὁ θερισμός, οἱονεὶ αὐτὸς ὁ ἀμώμενος καρπός.

alpha

50

Ἀνασφῆλαι· ἀνορθωθῆναι· σφηλὸν γὰρ τὸ ἰσχυρόν. Στησίχορος ‘ἐρίσφηλον‘ ἔφη τὸν Ἡρακλέα, ἴσον τῷ ἐρισθενεῖ.

alpha

51

Epim. Αὐστηρός· παρὰ τὸ ἀύω, τὸ ξηραίνω, ὁ μέλ‐ λων αὔσω, ἐξ αὐτοῦ αὐστηρός· ὅπερ παρὰ
τὸ ὕω, τὸ βρέχω.9

alpha

52

Epim. Ἀκόλουθος· σημαίνει τὸν ὄπισθεν τὴν κέλευ‐ θον ποιούμενον· τὸ γὰρ Α τὸ ὀπίσω σημαίνει, καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέλευθος.

alpha

53

Epim. Ἀνιμῶ· ἐκ τῆς ἀνὰ προθέσεως καὶ τοῦ ἰμῶ, τὸ ἀναλέγομαι· τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει τὸν λῶρον. οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατα‐ κεκλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων
5αὐτὰ ἐποίουν· ἐξ οὗ ἱμονιά, τὸ ἀντλητήριον.

alpha

54

Epim. Ἀντλῶ· παρὰ τὸ ἄντλον· τοῦτο παρὰ τὸ τλῶ, τὸ καρτερῶ· διὰ τὸ ἀνατλᾶν καὶ καρτερεῖν ἐκεῖσε τὸ ὕδωρ, τὸ διὰ τῶν ἐσφιγμένων τό‐ πων εἰσερχόμενον.

alpha

55

Epim. Ἀκεσώδυνος· παρὰ τὸ ἀκῶ ἀκέσω· ἐξ οὗ καὶ ἀκέστωρ, ὁ ἰατρός.

alpha

56

Epim. Ἀμβλυωπία· ἐκ τοῦ ἀμβλυωπός· τοῦτο πα‐ ρὰ τὸ ἄμβλυον ὃ σημαίνει τὸ ἀσθενές, καὶ τὸ ὢψ ὠπός, οἱονεὶ ὁ μὴ καθαρὸν πρόσωπον ἔχων, ἀλλ’ ἀσθενές.

alpha

57

Epim. Ἀφυής· ἐκ τοῦ φυή, ὃ σημαίνει τὸν τρόπον καὶ τὴν θέσιν· ‘ἀμφοτέρων δὲ φυὴν ἐδάην‘,
καὶ μετὰ τοῦ στερητικοῦ Α ἀφυής.10

alpha

58

Epim. Ἀστάρτη· ἔστιν εἶδος εἰδώλου ἢ ὄνομα· λέγεται δὲ καὶ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου· ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα, ἀφ’ οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου.
5λοιπὸν παρὰ τὸ ἄστρον Ἀστράτη καὶ ἐν ὑπερβιβασμῷ Ἀστάρτη.

alpha

59

Epim. Ἀναδενδράς· ἡ ἄμπελος· ἣ πρὸς δένδρον ἀνερχομένη. δένδρον δενδρὰς καὶ ἀνα‐ δενδράς.

alpha

60

Hrd. Ἀμνίον· αἱμοδόχον ἀγγεῖον· ‘Περσεὺς δ’ ἀμνίον εἶχε‘. αἱμνίον, τὸ τοῦ αἵματος δεκτι‐ κόν, καὶ ἀποβολῇ τοῦ Ϊ ἀμνίον.

alpha

61

Ἄλλως· τὸ ματαίως· ἠλεὸς ὁ μάταιος· ἠλός, κατὰ συγκοπήν, ἠλοῖ τὸ πληθυντι‐ κόν, ἡ γενικὴ 〈ἠλῶν〉· ἠλῶς τὸ ματαίως καὶ Αἰολεῖς μετὰ διπλασιασμοῦ τοῦ Λ καὶ
5συστολῇ ἄλλως. εἰώθασι γὰρ τὸ ἀμετά‐ βολον ἀναδιπλάσιασθαι καὶ συστέλλουσι τὰς ὑποκειμένας συλλαβὰς εἴτε φωνῆεν εἴτε καὶ
δίφθογγον.11

alpha

62

Epim. Ἀναλίσκω· οἱ μὲν ὅτι οὐδέποτε πρὸ τοῦ Σ εὑρίσκεται δίφθογγον, οἱ δὲ ὅτι τὰ διὰ τοῦ ίσκω παρὰ 〈τοῦ〉 μέλλοντος παρηγμένα διὰ τοῦ Ϊ γράφονται, οἷον εὑρίσκω, πλὴν τοῦ
5θνήσκω καὶ μ〈ιμ〉νήσκω καὶ κικλήσκω· γί‐ νεται ἐκ τοῦ ἀλῶ ἀλίσκω καὶ ἀναλίσκω, καὶ σημαίνει τὸ δαπανῶ· ἀπὸ τοῦ ἀλῶ τὸ συναθροίζω· ἐξ οὗ καὶ τὸ ‘χειμέριον ὕδωρ ἀλὲν‘ καὶ μετὰ τοῦ στερητικοῦ Α ἀναλῶ·
10τὸ τὰ ἠθροισμένα συναθροίζω καὶ δια‐ φθείρω· τοῦτο παρὰ τὸ ἁλὸς ἐκταθέντος τοῦ Α〈Ν〉· ἐνταῦτα γὰρ ἅπαντα ἀθροίζεται.

alpha

63

Epim. Ἀθρεῖ· ἐκ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α ἀδρῶ, τὸ βλέπω, καὶ τρο‐ πῇ τοῦ Δ εἰς Θ ἀθρῶ.

alpha

64

Epim. Ἀποβουκολῶ· σημαίνει τὸ ἀπατῶ.

alpha

65

Ἀμφιλαφές· τὸ ἀμφοτέρωθεν ληπτόν, κα‐ τὰ συγγένειαν τοῦ Β εἰς Φ, δοκεῖ δέ μοι παρὰ τὸ ἁφή, οἱονεὶ τὸ ἀμφοτέρωθεν τῇ
ἁφῇ ὑποπίπτον.12

alpha

66

Epim. Ἀντίστοιχον· τὸ ΣΤΟΙ δίφθογγον· ὅσα ῥήματα ἐν κινήσεσιν· τὸ ῥῆμα στείχω δευ‐ τέρας συζυγίας τῶν βαρυτόνων ἀπὸ τοῦ στὶξ στιχὸς στιχῶ στοίχω καὶ ἀντίστοιχον.

alpha

67

Epim. Ἀνώγεον· ἐκ τοῦ ἄνω καὶ τοῦ γαῖα· τὸ ἄνω ὂν τῆς γῆς.

alpha

68

Epim. Ἀγαπῴην· ἀγαπάω ἀγαπῶ· ἡ μετοχὴ ἀγαπάων ἀγαπῶν· ἀγαπάοντος ἀγαπῶν‐ τος ἀγαπόοιμι ἀγαπῷμι· τὸ τρίτον ἀγα‐ πάοι ἀγαπῷ, καὶ οἱ Ἴωνες ἐν τοῖς τρί‐
5τοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ Ν, ἀγαπῴην ἀναλόγως τὸ τρίτον. κανὼν γάρ ἐστιν ὁ λέγων· πᾶν πρῶτον πρόσωπον εἰς Ν λῆγον τροπῇ τοῦ Ν εἰς Σ τὸ δεύτερον ποιεῖ, καὶ ἐκβολῇ
10τοῦ Σ τὸ τρίτον.

alpha

69

Orion Ἀ‵λ′κή· ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθη‐ τική· ἀλκεῖν γὰρ τὸ βοηθεῖν.

alpha

70

Ἀλλόκοτον· ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεσ‐ τώς· ἐκ τοῦ ἄλλο καὶ τοῦ τόκος ἀλλότοκος καὶ καθ’ ὑπερβιβασμὸν ἀλλόκοτος.13

alpha

71

Epim. Αἴτιος· παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλά‐ βην, ἄτιος καὶ πλεονασμῷ τοῦ Ϊ αἴτιος.

alpha

72

Hrd. Ἄγαν· τὸ γαν μακρόν· τὰ εἰς ΑΝ λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσι τὸ Α, οἷον πέ‐ ραν λίαν ἄγαν εὐάν· πλὴν τοῦ ὅταν πάμπαν.

alpha

73

Epim. Ἀρχιτέκτων· παρὰ τὸ ἀρχὴ καὶ τὸ τέκτω· τοῦτο παρὰ τὸ ἄρχω· τὰ δὲ παρὰ τὸ ἄρχω σύνθετα διὰ τοῦ Ϊ γράφονται· ἀρχιστράτη‐ γος ἀρχιτέκτων καὶ εἴ τι ὅμοιον. τὸ τέκτων
5παρὰ τὸ τεύχω, τὸ κατασκευάζω.

alpha

74

Epim. Αὐτάρκης· παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἀρκῶν καὶ βοηθῶν.

alpha

75

Epim. Ἅλωσις· παρὰ τὸ ἅλωμι, τὸ πορθῶ· τοῦ‐ το παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν ἅλωνα, εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συντρίβον‐ ται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἁλῶ, τὸ συν‐
5αθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ
τοῦ ἃλς ἁλός.14

alpha

76

Hrd. Ἄμμε· οὐ πληθυντικοῦ ἐστι, ἀλλὰ δυϊ‐ κοῦ ἀριθμοῦ. καί τινες μὲν ἀπὸ τοῦ ἄμμες Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ Σ γενέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς
5δὲ ἄλλως λέγουσι τὸ ἄμμες καὶ ἄμμε.

alpha

77

Epim. Hom. Ἅλμη· ὥσπερ παρὰ τρύγος γίνεται τρύ‐ γη, οὕτως καὶ παρὰ τὸ ἁλὸς ἁλὴ καὶ πα‐ ρεμπτώσει τοῦ Μ ἅλμη· ἢ παρὰ τὸ ἁλὸς ἁλίμη καὶ ἅλμη.

alpha

78

Orion Ἀνεξικακία· παρὰ τὸ ἀνέχεσθαι τῆς κα‐ κίας.

alpha

79

Ἀλαβής· ὁ ἰχθῦς· ὁ ἐστερημένος τοῦ λή‐ βεσθαι, ἤγουν διὰ χειρὸς κρατεῖσθαι.

alpha

80

Ἄλυ〈σ〉σον· παρὰ τὸ λυσσῶντας ὀνεῖσθαι· ἔστι δὲ εἶδος βοτάνης, ἐν ταῖς ὁδοῖς φυο‐ μένης, πορφυρᾶς ἐχούσης φύλλα.

alpha

81

Ἀλφός· ἀλλοφανής τις ὤν· σημαίνει δὲ τὸν λεπρόν.

alpha

82

Ἀνάθεμα· παρὰ τὸ ἐν τῇ στήλῃ ἀνατίθεσθαι.15

alpha

83

Hrd. Ἀμνός· ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ μὴ ἔχειν μένος.

alpha

84

Ἄσχετος· παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαι‐ ρέσει τοῦ Ε καὶ πλεονασμῷ τοῦ Σ σχε‐ τός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ Α ἄσχετος.

alpha

85

Epim. Ἀντισηκῶ· τὸ ΣΗ, Η 〈διὰ τί〉; οἱ μὲν λέγου‐ σιν ἀπὸ τοῦ ἴσος ἴσου γίνεται ἰσῶ ἰσώσω καὶ ἀντισηκῶ τὸ ἐξισάζω· οἱ δὲ παρὰ τὸ σωκῶ τὸ βοηθῶ μετὰ τῆς ἀντι προθέσεως
5ἀντισωκῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μα‐ κρόν· τὸ δὲ σωκῶ παρὰ τὸ σῶκος ὃ ση‐ μαίνει τὸν βοηθόν· ‘σῶκος ἐριούνιοσ‘ τοῦ‐ το παρὰ τὸ σώζω σῶκος.

alpha

86

Ἀφηνιάζω· εἴρηται ἡ λέξις ἀπὸ μεταφο‐ ρᾶς τῶν ἵππων καὶ τῶν ἡμιόνων σκληρυ‐ νομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώ‐ των· ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ
5ἄποθεν τῆς εὐθείας ὁδοῦ εἶναι· ἔστιν οὖν ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιά‐ ζω καὶ ἀφηνιάζω.

alpha

87

Ἀκρωτηριάζω· ἱστόρηται ὅτι οἱ παλαιοὶ
τοὺς ἔν τινι ἀτοπήματι ἁλόντας ἐνυβρίζον‐ τες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· τὸ οὖν ΚΡΩ μέγα.16

alpha

88

Epim. Hom. Ἀσπίς· παρὰ τὸ ἀσπαστὴν αὐτὴν εἶναι.

alpha

89

Ἀλλόθρους· παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν ἔχων.

alpha

90

Ἀκούω· ἔστι κοῶ, τὸ νοῶ, καὶ μετὰ τοῦ ἐπιτατικοῦ Α καὶ πλεονασμῷ τοῦ Ϋ ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσιν.

alpha

91

Orion Ἀφέρτεροι· ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι, τουτέστι ταχύτεροι.

alpha

92

Orion Ἁβρός· ἐκ τοῦ βορὰ βορὸς καὶ ἁβρός.

alpha

93

Hs. Ἀπροσεξία· ῥαθυμία· παρὰ τὸ μὴ προσέχειν.

alpha

94

Sch. Luc. Ἁψίκορον· παρὰ τὸ ἂψ, ὃ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως.

alpha

95

Epim. Hom. Ἄνευ· ἐπίρρημα χωρισμοῦ.17

alpha

96

Ἀτέραμνος· παρὰ τὸ τείρω τεραμνὸς καὶ ἀτέραμνος, ὡς πλέκω πλόκαμος.

alpha

97

Choer. Ἀμαμαξύς· ἡ ἀναδενδράς· παρὰ τὸ ἀμ‐ μῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμαξὺς καὶ πλεονασμῷ τοῦ ΑΜ ἀμαμαξύς.

alpha

98

Ἄβελ· παρὰ τὸ ἀβάλε ἐπίρρημα.

alpha

99

Hs. Ἀ〈ρ〉θρέμβολα· ὄργανα τιμωρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον.

alpha

100

Ἄλφα· διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου τὸ Α; ἐπειδὴ δεῖξίς ἐστι πρώτη καὶ ἀντὶ ἄρθρου ἐστίν.

alpha

101

Ἀτμίς· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἄσω ἀσμὶς καὶ ἀτμίς.

alpha

102

Hs. Ἁλιζώνων· Παφλαγόνων· παρὰ τὸ ἐξῶσ‐
θαι τῇ ἁλί.18

beta

t

Ἀρχὴ τοῦ Β

beta

1

Orion Βλέφαρον· παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν.

beta

2

Orion Βίβλος βιβλίον· παρὰ τὸ τοὺς βίους βάλλεσ‐ θαι ἐν αὐτῇ· τὸ ΒΙ, Ϊ διὰ τί; τὰ διὰ τοῦ ίον οὐδέτερα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχον‐ τα, ὑποκοριστικὰ μὴ ἀπὸ τῶν διὰ τοῦ εύω
5ῥημάτων γινόμενα, διὰ τοῦ Ϊ γράφονται, ἐρίον τειχίον βιβλίον καὶ εἴ τι ὅμοιον. παρο‐ ξύνονται τὰ διὰ τοῦ ίον ὑποκοριστικά, εἰ μέν ἐστι διβράχεα πρὸ μιᾶς τὸν τόνον ἔχουσι, οἷον χρυσίον παιδίον σκαμνίον· εἰ δὲ
10τριβράχεα, προπαροξύνονται, οἷον θρό‐ νιον μόδιον.

beta

3

Epim. Βάσανος· παρὰ τὸ βιάζω, βιάσω· βιάσα‐
νος καὶ βάσανος.19

beta

4

Orion Βία· παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἴνα καὶ βία.

beta

5

Epim. Ps. Βάρεις· τί λέγεται καὶ πόσα σημαίνει; πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι· ἡ εὐ‐ θεῖα, ἡ βάρεις· ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας ἀρηρέναι.

beta

6

Βραχύς· σημαίνει τὸν μικρὸν καὶ γίνεται παρὰ τὸ ῥᾷον ὀχεῖσθαι.

beta

7

Thgst. Βαβαί· τὸ ΒΑΙ δίφθογγον· τὰ εἰς ΑΙ λή‐ γοντα ἐπιρρήματα, ὧν σχετλιαστικά εἰσι τὰ πλείω, διὰ τοῦ ΑΙ διφθόγγου γράφον‐ ται· βαβαί, παπαί· τὸ πάλαι, χρόνου δη‐
5λωτικόν, ὅπερ καὶ βαρύνεται καὶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον πρό‐ παλαι.

beta

8

Orion Βουνός· παρὰ τὸ βαίνειν ἄνωθεν.20

beta

9

Epim. Ps. Βλέπω· παρὰ τὸ λεύ〈σ〉σω, τὸ βλέπω, πλεονασμῷ τοῦ Β καὶ ἐκβολῇ τοῦ Υ βλέσ‐ σω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς Π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω, ῥίπτω
5λέγουσιν.

beta

10

Βύσσος· εἶδός ἐστι βοτάνης, ἐξ οὗ βάπτο‐ μεν τὰ ἱμάτια.

beta

11

Epim. Ps. Βενιαμίν· ἔστι μεῖον, ὃ σημαίνει τὸ μικρόν· ἐξ αὐτοῦ καὶ τοῦ μόνος Βενιαμίν· ὁ τῶν λοιπῶν ἀδελφῶν ἐσχατώτερος.

beta

12

Βροτοσώων· σημαίνει τῶν βροτοσώστων· παρὰ τὸ βροτὸς καὶ τὸ σῶος, ὃ σημαίνει τὸν ὑγιῆ, βροτοσῶος, βροτοσώων.

beta

13

Βλαγχέρνα· οἱ μὲν λέγουσιν ὅτι ἀπὸ τοῦ βλάγχειν Βλαγχέρνα, ἐπειδὴ βλάγχα ἦσαν ἐκεῖ, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθη‐ σαν· ὁ δὲ ἀντιγραφεὺς Θεόκτιστος λέγει
5αὐτὰ Λακέρναι, ἐπειδὴ λέγονται Ῥωμαϊστὶ αἱ θύνναι, καὶ ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσ‐
θησαν πολλαὶ θύνναι.21

beta

14

Orion Βδελλύσσω· παρὰ τὸ βδέλλα· τοῦτο πα‐ ρὰ τὸ βδέλλω, τὸ ἀμέλγω· βδέλλειν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀμέλγειν, ἡ γὰρ βδέλλα ἀμελγούσῃ ἔοικεν.

beta

15

Choer. Βούπληξ· βούπληξ καὶ βουπλήξ· διφορεῖ‐ ται κατὰ τὴν τάσιν πρὸς διάφορον ση‐ μαινόμενον· ὀξυτόνως μὲν παρὰ τὸ ἐνερ‐ γοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπ’ αὐ‐
5τοῦ πλησσόμενον.

beta

16

Orion Βαΐον· παρὰ τὸ βίᾳ τίλλεσθαι.

beta

17

Orion Βωμός· παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ.

beta

18

Orion Βοτάνη· παρὰ τὸ βίᾳ τείνεσθαι ἤγουν αὔξειν.

beta

19

Orion Βόλος· ὅτι βαλλόμενος λύεται.

beta

20

Βρέχει· πᾶν νόημα καὶ πᾶς λόγος τέ‐ λειος ἐξ ὀνόματος καὶ ῥήματος συνίστα‐ ται· οἷον, λέγει ὁ Θεόδωρος, ἀναγινώσκει ὁ Πλάτων. χωρὶς τούτων οὐδὲν τέλειον.
5ἐὰν γὰρ εἶπω ἀναγινώσκει, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, οἷον Θεόδωρος, ἢ ἄλλος τις· πολλοὶ γάρ εἰσιν οἱ ἀναγινώσ‐ κοντες. ὅταν δὲ ἐρωτηματικῶς εἴπωμεν ὅτι βρέχει ἢ βροντᾷ ἢ ἀστράπτει, διὰ τί22
10οὐ προστίθεμεν καὶ τὸ ἐπαγόμενον; διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν· θεός· ὡς καὶ ἐπὶ τοῦ βασιλέως· ἔδωκεν ἀξίας, ἐποίησε σπαθαρίους, καὶ οὐ λέγομεν ὁ δεῖνα, διό‐ τι εἷς ἐστιν ὁ ταῦτα ποιῶν.

beta

21

Epim. Βλοσυρός· μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ τὸ σύρω βλεσυρὸς καὶ βλοσυρός.

beta

22

Epim. Ps. Βυούσης· καμνούσης· μύω, τὸ καμμύω· μυῶ καὶ τροπῇ τοῦ Μ εἰς Β βυῶ, καὶ ἡ
μετοχὴ ὁ βυῶν, ἡ βυοῦσα, τῆς βυούσης.23

gamma

t

Ἀρχὴ τοῦ Γ

gamma

1

Γρηγορῶ· παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλ‐ λων ἐγερῶ, καὶ τροπῇ τοῦ Ε εἰς Ο ἐγο‐ ρῶ, καὶ πλεονασμῷ τοῦ Γ καὶ τοῦ Ρ γρεγορῶ, καὶ τροπῇ τοῦ Ε εἰς Η γρη‐
5γορῶ.

gamma

2

Epim. Hom. Γέρα· εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐ‐ θεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γὰρ τὸ γέρας ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τι‐
5μήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ γέραα Ἰωνικῶς, καὶ γέρα κατὰ συγ‐ κοπήν.

gamma

3

Γοερός· ἐκ τοῦ γέω, τὸ χωρῶ γίνεται γόος, ὁ θρῆνος καὶ ἐξ αὐτοῦ γοερός.

gamma

4

Γαστρίμαργος· οὐδεὶς οὐδὲ γραμματι‐ κῶν οὐδὲ ῥητόρων ἐμνημόνευσε. Ἀρισ‐ τοτέλης δὲ ἐν τῷ περὶ ζῴων ἐμνημό‐ νευσε ζῴου μάργου λεγομένου, καὶ ὅτι
5γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ ὅτε γεννηθῇ οὐ παύεται γηϊφαγοῦν, ἕως ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἔλθῃ· καὶ ἐλθὸν ἀπο‐ θνήσκει τρίτῃ ἡμέρᾳ. ἔρχεται δὲ νέφος,24
10καὶ βρέχει, καὶ ἀναζῇ μηκέτι γηϊφαγοῦν. ἐκ τούτου οἱ μετὰ τοὺς ἀρχαίους φιλο‐ σόφους ὁρμήσαντες, τοὺς πολυφάγους γαστριμάργους ἐκάλεσαν.

gamma

5

Epim. Ps. Γραμματείας· σημαίνει τὴν γνῶσιν· ἔστι γράμμα, ἐξ αὐτοῦ γραμματεὺς γραμμα‐ τεύω γραμματεία.

gamma

6

Hrd. Γύναιξ· γύναιξ γυναικός· διὰ τί ἀποβάλ‐ λει ἐν τῇ γενικῇ τὸ Ξ; ἐπειδὴ τὰ εἰς ΑιΞ λήγοντα ἀρσενικά εἰσι τῷ γένει· οἷον ὁ Θρᾷξ· ἐὰν δὲ ὦσι θηλυκοῦ γέ‐
5νους ἀρσενικά εἰσι πάντως· οἷον ὁ γραῒξ καὶ ἡ γραΐξ· ὁ αἲξ καὶ ἡ αἴξ· λοιπὸν διὰ τὸ μὴ δύνασθαι τὸ γύναιξ ἀρσενικὸν λέγεσθαι, ἡ γὰρ σημασία κωλύει, διὰ τοῦτο ἀπέβαλε τὸ Ξ κατὰ τὴν κλίσιν·
10ὁμοίως δὲ καὶ ἐπὶ τῷ κλητικῷ ὦ γῦναι.

gamma

7

Epim. Γράφω· ἐὰν μὲν εἴπω γράφω σοι, δο‐
τική, ἀντὶ τοῦ {γράφω σοι καὶ} ἐπιστέλ‐ λω σοι· εἰ δὲ μετὰ αἰτιατικῆς, γράφω σε, τὸ ἐκτύπωμά σου ποιῶ· ἐὰν εἴπῃ25
5γράφω σου, σημαίνει τὸ ἐγγράφω κατὰ σοῦ, εἰς δικαστήριον ἀποτίθημι.

gamma

8

Epim. Γογγύζω· ἐκ τοῦ γρύζω τὸ σημαίνων τὴν φωνὴν ὑποκλαίω καὶ παραλαλῶ· καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω καὶ ἐκβολῇ τοῦ Ρ γογγύζω.

gamma

9

Γενήσεται· γενῶ, τὸ πράττω, ὁ μέλλων γενήσω, ὁ μέσος μέλλων γενήσομαι.

gamma

10

Hrd. Γόνος· παρὰ τὸ γεννῶ γόνος.

gamma

11

Epim. Γεγῶσα· ἀπὸ τοῦ γενῶ, τὸ γίνομαι, οὗ ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμε‐ νος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ Ν γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ Η
5εἰς Α γεγαώς· καί ἐστι σεσημειωμένον τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γεγὼς γεγῶτος, καὶ τὸ θηλυκὸν γεγῶσα.

gamma

12

Hrd. Γεγωνέμεν· ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ Φ εἰς Γ γίνεται γωνῶ γωνεῖν καὶ γε‐
γωνεῖν καὶ ποιητικῶς γεγωνέμεν.26

delta

t

Ἀρχὴ τοῦ Δ

delta

1

Epim. Hom. Δεξιῶ· ἐκ τοῦ δέχω, δέξω, δεξιῶ πλεονασμῷ τοῦ Ϊ· καὶ ‘ἐδεξιοῦτο τὸ λυτήριον‘ ὅ ἐστι φιλοφρόνως ὑπεδέ‐ χετο.

delta

2

Epim. Hom. Δυάς· παρὰ τὸ διϊέναι· μόνη ἡ δυὰς πρώτη διΐσταται ἀπὸ τῆς μονάδος· ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον.

delta

3

Δισταγμός· ἐκ τοῦ διστάζω· τοῦτο παρὰ τὸ δυστάζω καὶ τοῦ〈το παρὰ τὸ〉 δύο καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι.

delta

4

Δαψιλής· παρὰ τὸ δάπτω, τὸ ἐσθίω, ὁ μέλλων δάψω, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν δαψιλής.

delta

5

Epim. Δαψιλῶς· ψιλὸν λέγεται τὸ μικρὸν καὶ ταπεινὸν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ μὴ ἔχων ὅπλα· καὶ μετὰ τοῦ ΔΑ ἐπι‐ τατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ
5ἐξ αὐτοῦ ἐπίρρημα.27

delta

6

Epim. Ps. Διασκεδάζω· ἔστι ῥῆμα χέω ὃ σημαίνει τὸ σκορπίζω, ἐξ αὐτοῦ γίνεται {σ}χέδω, πλεονασμῷ τοῦ Δ, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν κεδῶ κεδάζω καὶ διασκεδάζω.

delta

7

Epim. Διαμπάξ· ἔστι ῥῆμα καιροῦ παραστατι‐ κὸν καὶ γίνεται ἐκ τοῦ πᾶς, κατὰ τρο‐ πὴν Δωρικὴν τοῦ Σ εἰς Ξ, πὰξ καὶ διαμπάξ.

delta

8

Hrd. Δύνωνται· ἀπὸ τοῦ δύνημι, καὶ τὸ παθη‐ τικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν παθη‐ τικὸν ἐὰν δύνωμαι. καὶ ἐὰν ὤφειλεν εἶναι ἐὰν δυνῶμαι ὡς τιθῶμαι· ἀλλὰ
5κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρε‐ θῇ ὁ ἐνεστὼς τῶν εἰς ΜΙ ἐν χρήσει τότε προπερισπᾶται τὸ ὑποτακτικόν, οἷον τίθημι ἐὰν τιθῶμαι· ἡνίκα δὲ οὐχ εὑ‐ ρίσκεται ἐν χρήσει προπαροξύνεται· δύ‐
10νημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πλη‐ θυντικὸν δυνώμεθα, τὸ τρίτον δύνωνται.

delta

9

Δᾳδοῦχος· προπερισπᾶται· τὰ παρὰ τὸ ἔχω συντιθέμενα ὀνόματα, εἰ μὲν διφθόγ‐
γῳ παραλήγουσι, προπερισπῶνται, δᾳ‐ δοῦχος, κλειδοῦχος· εἰ δὲ ἑνὶ φωνήεντι28
5παραλήγουσι προπαροξύνονται, γαιήοχος, αἰγίοχος.

delta

10

Epim. Hom. Δράκων· παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δορκάς, ὁ δεύτερος ἀόριστος ἔδρακον. οὕτως ἔχει καὶ τὸ ἔπραθον ἐκ τοῦ πέρθω καὶ τὸ ἔτραπον ἐκ τοῦ
5τρέπω καὶ ὤφειλεν ἔδρακον· ἀλλὰ διὰ τὸν κανόνα τὸν λέγοντα ‘ἔτι δὲ καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων ἀεί ...‘.

delta

11

Epim. Ps. Δυσμῶν· παρὰ τὸ δῦμι· τοῦτο παρὰ τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ πα‐ θητικὸς δέδυμαι, δυσμὴ ὄνομα ῥηματι‐ κὸν καὶ ἡ γενικὴ τῶν πληθυντικῶν
5δυσμῶν.

delta

12

Epim. Ps. Δηλαδή· ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν.

delta

13

Epim. Ps. Διείς· σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτε‐ ρος ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος
καὶ μετὰ τῆς διὰ προθέσεως διείς.29

delta

14

Epim. Hom. ‘Δεύτερον αὖ θώρηκα‘· ἐπίρρημα χρόνου δηλωτικόν.

delta

15

Διαγγελλήσονται· ἐκ τοῦ διαγγέλλω, ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀό‐ ριστος διήγγελλον, ὁ παθητικὸς διηγ‐ γέλην, καὶ τὸ τρίτον διηγγέλη, καὶ ὁ
5μέλλων δεύτερος διαγγελήσομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν διαγγελ‐ λήσονται.

delta

16

Δυσκάθεκτον· παρὰ 〈τὸ〉 ἔχω τὸ κρα‐ τῶ, ὁ μέλλων ἔξω, ὁ παθητικὸς παρα‐ κείμενος εἶγμαι, εἶξαι· ἐξ αὐτοῦ ἑκτὸς καὶ μετὰ τῆς κατὰ προθέσεως καθεκτὸς
5καὶ μετὰ τοῦ ΔΥΣ μορίου δυσκάθεκτος, ὁ ἀκράτητος.

delta

17

Δένδρον· παρὰ τὸ δέρω, τὸ ἐκδέρω.

delta

18

Hrd. Διάθωμαι· διὰ τί ἀνεβίβασε τὸν τόνον; πᾶν ὑποτακτικὸν δισύλλαβον εἰς μαι λῆγον ἐπὶ μέσου ἀορίστου δευτέρου ἀνα‐ βιβάζει τὸν τόνον· σχῶμαι ἐπίσχωμαι,
5θῶμαι ἐπίθωμαι καὶ διάθωμαι.

delta

19

Epim. Διηνεκής· ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ μετὰ τῆς διὰ προθέσεως διενεκὴς καὶ μεταθέσει διηνεκής. ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκὴς καὶ μετὰ30
5τῆς ΝΕ συλλαβῆς διηνεκής.

delta

20

Epim. Δεισιδαιμονία· ἡ πρὸς τοὺς πονεροὺς δαίμονας ἐπιμέλεια καὶ φροντὶς καὶ φόβος· γίνεται δὲ παρὰ τὸ δείδω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων
5δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν.

delta

21

Epim. Δυσαλθές· τὸ δυσίατον· ὄνομα οὐδέ‐ τερον. ἀρσενικὸν ὁ δυσαλθής· γίνεται δὲ ἐκ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦ‐ το ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ
5ὑγιὲς αὔξεται.

delta

22

Epim. Δειμάμενος· ‘μέσου‘ ἀορίστου πρώτου μετοχή· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ, ὁ μέσος ἀόριστος ἐδειμάμην· καὶ ἡ μετοχὴ ὁ δειμάμενος.

delta

23

Epim. Δραμεῖν· δραίμω δραμῶ ἔδραμον δραμεῖν.

delta

24

Orion Δίσκος· παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ
βαλλόμενος πλεονασμῷ τοῦ Σ.31

delta

25

Orion Διδάσκαλος· παρὰ τὸ διδόναι τὸ καλόν.

delta

26

Διπλόη· σημαίνει τὴν πανουργίαν, καὶ γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τὸ πέλω δυοπελόος καὶ δυπλό‐ ος καὶ τροπῇ τοῦ Υ εἰς Ϊ διπλόος δι‐
5πλόη.

delta

27

Epim. Ps. Δεκάχορδον· παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή· τοῦτο παρὰ τὸ χέω, χεορδή, καὶ χορδή, τὸ χέον ὠδήν.

delta

28

Δυνάστης· παρὰ τὸ δυνάζω, ὁ μέλλων δυνάσω· ὁ παθητικὸς ‘παρακείμενοσ‘ δε‐ δύνασμαι δεδύνασται καὶ ἐξ αὐτοῦ δυ‐ νάστης.

delta

29

Δηλονότι· παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τὸ ὅτι, τὸ σημαῖνον τὸ πά‐ νυ· δῆλον ὅτι γάρ ἐστι πάνυ φανερόν· ἐπίρρημα δὲ ἐπιτάσεως.

delta

30

Δροσούμενοι· ἔστι δρόσος καὶ ἐξ αὐτοῦ δροσίζω καὶ δροσῶ δροσήσω καὶ τὸ παθητικὸν δροσοῦμαι, ἡ μετοχὴ δροσού‐
μενοι.32

delta

31

Orion Δεύω· παρὰ τὸ Ζεύς, Διὸς διεύω καὶ δεύω.

delta

32

Hrd. Δεῦρο· παρακελευστικὸν ἐπίρρημα. οὐδὲν δὲ ἐπίρρημα εἰς Ο λήγει πλὴν τοῦ δεῦ‐ ρο καὶ ἄπο· τὸ γὰρ ψὸ{ν} ποιμενικὸν ἐπίφθεγμα.

delta

33

Orion Δῖε· δίω· ὁ δεύτερος ἀόριστος ἔδιον,
ἔδιες, δῖε.33

epsilon

t

Ἀρχὴ τοῦ Ε

epsilon

1

Epim. Hom. Ἕκαστον· 〈ποίου〉 εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἐπιμε‐ ριζόμενον δέ ἐστι τὸ 〈γινόμενον〉 ἐκ δύο ἢ καὶ πλειόνων 〈κατὰ〉 τὴν ἀναφοράν,
5οἷον ἑκάτερος ἕκαστος. ἡ κλητική; οὐκ ἔχουσι. τὰ γὰρ ἐπιμεριζόμενα κλητικὴν οὐκ ἔχουσι· ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις, τὰ δὲ ἐπιμερι‐ ζόμενα πρὸς ἀπόν. ποσαχῶς ἐπιμερίζονται
10τὰ ἐπιμεριζόμενα; τετραχῶς· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος.

epsilon

2

Epim. Hom. Ἔτος· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται
ἔος καὶ πλεονασμῷ τοῦ Τ ἔτος.34

epsilon

3

Epim. Hom. Ἑταῖρος· τὸ ΤΑΙ δίφθογγον· τὰ διὰ τοῦ αιος ὀνόματα καθαρὰ ἀπὸ πρωτο‐ τύπων τῶν εἰς ΟΣ γινόμενα διὰ τοῦ ΑΙ διφθόγγου γράφονται· ληνὸς ληναῖος,
5δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ Ρ ἐθαῖ‐ ρος καὶ τροπῇ τοῦ Θ εἰς Τ ἑταῖρος.

epsilon

4

Epim. Hom. Ἑτοιμάσατε· ἐκ τοῦ ἕτοιμος· τοῦτο παρὰ τὸ οἶμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ 〈πα‐ ρὰ〉 τὴν ΕΠΙ πρόθεσιν ἐπίοιμος, καὶ ἐν συγκοπῇ ἔποιμος καὶ τροπῇ τοῦ Π εἰς
5Τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευ‐ ασμένος· σημαίνει δὲ δύο, τὸν πρόχειρον καὶ τὸν ἀληθῆ, καὶ εἰ μὲν σημαίνει τὸν πρόχειρον, γίνεται παρὰ τὸ οἶμος, ὃ ση‐ μαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ
10ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τρο‐ πῇ τοῦ δασέως εἰς ψιλὸν γίνεται ἕτοι‐ μος. οἱονεὶ 〈ὁ〉 εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι πρόχειρος ὤν.

epsilon

5

Epim. Hom. Ἔτι· τὸ ΤΙ, Ϊ 〈διὰ τί〉; τὰ εἰς Ϊ λήγον‐ τα ἐπιρρήματα δισύλλαβα συνεσταλμένα
ὄντα βαρύνονται, καὶ διὰ τοῦ Ϊ γράφον‐ ται ἶφι, νόσφι, μέχρι, ἄχρι, ἧχι, ἄρτι,35
5ἔτι.

epsilon

6

Epim. Ἐκίσσησεν· τὸ θέμα κισσῶ πρώτης συ‐ ζυγίας τῶν περισπωμένων· σημαίνει δὲ τὸ μεθ’ ἡδονῆς συλλαμβάνω. γίνεται δὲ παρὰ τὸ κίσσα, ἐπειδὴ τὸ ὄρνεον λίχνόν
5ἐστι καὶ πρὸς τὰς συνουσίας κατωφε‐ ρέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κύ‐ ειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν.

epsilon

7

Epim. Ps. Ἐρυθραῖος· παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, γίνεται ἐρευθός, καὶ ἀποβολῇ τοῦ Ε καὶ πλεονασμῷ τοῦ Ρ ἐρυθρός· πόθεν ἐκλή‐ θη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρύθρου
5τινὸς βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαν‐ τες τῷ αὐτοῦ τάφῳ οὕτως· ‘ἐνθάδε τύμ‐ βος ἁλὸς παμμεδ〈έ〉οντος Ἐρύθρου‘.

epsilon

8

Ἔδεσσα· παρὰ τὸ ἔδαφος· ἡ πολλάκις ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα.

epsilon

9

Epim. Ps. Εὔριζον· παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα.36

epsilon

10

Ἐρωτήσατε· παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυ‐ μῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρω‐ τῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος ἠρώτησα, καὶ προστακτικὸν ἐρώτησον·
5περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου καὶ ἐρωτᾷ.

epsilon

11

Epim. Ps. Ἐγκάθηται· ἕω, τὸ καθέζομαι, τὸ πα‐ θητικὸν ἕεμαι ἧμαι, ἕεσαι ἧσαι, ἕεται ἧται, καὶ μετὰ τῆς κατὰ προθέσεως καταῆται, καὶ ἐν συγκοπῇ κατῆται, καὶ
5τροπῇ τοῦ Τ εἰς Θ κάθηται, καὶ μετὰ τῆς ἐν προθέσεως ἐγκάθηται. διὰ τί ἐπὶ μὲν τοῦ καθέζομαι τὰ δύο ΕΕ εἰς Η κίρνανται, ἐπὶ δὲ τοῦ κεῖμαι εἰς τὴν ΕΙ δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν
10ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώ‐ νου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεντος. προ‐ παροξύνεται· πᾶν παθητικὸν εἰς ΜΑΙ λῆ‐ γον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους δίδωσι τὴν
15ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι ἀπο‐ κάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρί‐ τον κάθηται καὶ μετὰ τῆς ἐν προθέσεως ἐγκάθηται.

epsilon

12

Epim. Ps. Ἐνέδρα· παρὰ τὸ ἕζω, τὸ καθέζομαι, ἕδρα καὶ ἐνέδρα, ἐν ᾗ καθέζονται μέ‐
χρις ἂν ἕλωσιν οἷς ἐπιβουλεύονται.37

epsilon

13

Ἐξίλασμα· παρὰ τὸ ἱλάω ἱλῶ ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλασμαι ἐξίλασμα.

epsilon

14

Epim. Ps. Εὖγε· ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ κα‐ λῶς.

epsilon

15

Ἐκσπάσας· τὸ ῥῆμα σπάω σπῶ, ὁ μέλ‐ λων σπάσω, ὁ ἀόριστος ἔσπασα, ἡ με‐ τοχὴ σπάσας καὶ ἐκσπάσας.

epsilon

16

Epim. Ἔρευνα· παρὰ τὸ ἐρῶ ἐρέσω, καὶ ἐξ αὐτοῦ ἐρε〈ύ〉ω, καὶ πλεονασμῷ τοῦ Ν ἐρευνῶ, καὶ ἐξ αὐτοῦ ἔρευνα.

epsilon

17

Ἐξεστηκώς· διχῶς λέγεται περὶ Θουκυ‐ δίδου καὶ περὶ Πινδάρου· ὁτὲ μὲν τὸ μαίνεσθαι καὶ ἔκφρονα εἶναι, ὁτὲ δὲ τὸ ὑπαναχωρεῖν καὶ ὑπεξέρχεσθαι δηλοῖ.

epsilon

18

Ἑξάς· παρὰ τὸ ἐξισοῦσθαι τοῖς ἑαυτοῦ μέρεσι.

epsilon

19

Ἐπισκέπτω· ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ Τ σκέπτω· τοῦτο παρὰ τὸ σχέθω, τὸ κωλύω, σχέπτω καὶ σκέπτω.

epsilon

20

μέλλων βήσω καὶ ἐξ αὐτοῦ ὄνομα τό‐ που Βασᾶν.

epsilon

21

Εὐδίνητον· σημαίνει τὸ εὔστροφον· πα‐ ρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαί‐ νει τὴν συστροφήν· ἐξ αὐτοῦ εὔδινος· τὸ θέμα εὐδινῶ, ὁ παθητικὸς παρακείμενος
5εὐδίνημαι, καὶ ἐξ αὐτοῦ εὐδίνητος.

epsilon

22

Orion Εὐώνυμος· ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς καὶ ἀριστερά.

epsilon

23

Εὐκτός· ἀπὸ τοῦ εὐχή, τοῦτο παρὰ τὸ εὔχω, εὔξω, ὁ παρακείμενος ηὖχα, ὁ παθητικὸς ηὖγμαι, ηὖκται καὶ ἐξ αὐτοῦ εὐκτός.

epsilon

24

Choer. Ἐδήδοκα· ἔστιν ἔδω, τὸ ἐσθίω, ὁ μέ‐ σος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ καὶ τὸ ‘λέων κατὰ ταῦρον ἐδηδώσ‘· τούτου ὁ παρακείμενος ἦκα,
5ὁ Ἀττικὸς ἔδηκα· ἐπεὶ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμ‐ φωνον, ἐπλεόνασεν ἡ ΔΟ συλλαβὴ καὶ
ἐγένετο ἐδήδοκα.38

epsilon

25

Epim. Ps. Ἐξουσία· παρὰ τὸ ἔχω ἕξω, ἡ μετοχὴ ἕξων ἕξοντος, τὸ θηλυκὸν ἕξουσα καὶ ἐξ αὐτοῦ ἐξουσία, ἡ ὑπό τινος κατεχο‐ μένη.

epsilon

26

Ἐμβρόντητος· μαινόμενος, ἔκφρων, ἀνό‐ ητος· ἀπὸ μεταφορᾶς τῶν ἀπὸ βροντῆς ἑστηκότων.

epsilon

27

Epim. Ps. Ἐκστῶσαν· ἐκ τοῦ στῶ στᾶς ἡ μετο‐ χὴ στῶν καὶ τὸ θηλυκὸν στῶσα καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξστῶσαν, ἤγουν ἔξω στάσαν ἢ καταπλήττουσαν.

epsilon

28

Epim. Ps. Ἐκτίλαι· ἐπειδὴ κτίλος λέγεται ὁ κριός· ἐξ αὐτοῦ ῥῆμα κτίλλω καὶ τίλλω ἐκ μεταφορᾶς τοῦ κριοῦ· σημαίνει δὲ τὸ ξαίνω. ἢ ἐκ τοῦ τείνω, τὸ τανύω· ὁ
5γὰρ ξαίνων τείνει.

epsilon

29

Epim. Ps. Ἐβραγχίασεν· ἀπὸ τοῦ βρέχω γίνεται βρόχος βρόχιον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βρόχος, τὸ τῆς θαλάσσης. πλεονασμῷ τοῦ Γ γίνεται ῥῆμα βρογ‐
5χιάζω καὶ τροπῇ τοῦ Ο εἰς Α βραγ‐
χιάζω βρα‵γ′χιάσω ἐβραγχίασα.39

epsilon

30

Ἔσκαλεν· σημαίνει τὸ ἠρεύνα καὶ ἐζή‐ τει· γέγονε δὲ ἀπὸ τοῦ σκάλλω σκαλῶ, ὁ δεύτερος ἀόριστος ἔσκαλον, τὸ τρίτον ἔσκαλε καὶ ἐξ αὐτοῦ γίνεται τὸ σκα‐
5λεύω καὶ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ τοῦ καλῶ ἢ τοῦ λῶ ὃ σημαίνει τὸ θέ‐ λω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ Σ σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέ‐ λει, ἐκεῖνο ζητεῖ. τὸ δ’ ἐπὶ τῆς λύπης,
10ἔστιν ἄχος, ἡ λύπη· ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ Σ σχάλλω καὶ ἀσχάλλω.

epsilon

31

Epim. Ps. Ἐλυμήνατο· ἀπὸ τοῦ λύμη λυμαίνω λυ‐ μεών.

epsilon

32

Ἐξεῖρψεν· ἔστιν ἔρα, ἡ γῆ, ἐξ αὐτοῦ ἕρπω, τὸ σύρω, ἐξ οὗ καὶ ἑρπετόν, τὸ συρόμενον ἐπὶ τὴν γῆν, ὁ μέλλων ἕρ‐ ψω, ὁ ἀόριστος εἷρψα, καὶ τὸ τρίτον
5εἷρψε καὶ ἐξεῖρψε.

epsilon

33

Εὐπορεῖν· ἀπὸ τοῦ πείρω γέγονε περῶ καὶ ἐξ αὐτοῦ πορίζω καὶ εὐπορεῖν.

epsilon

34

Ἐνανθρωπήσας· ἐκ τοῦ ἀνθρωπῶ ἀν‐ θρωπήσω, ὁ ἀόριστος ἐνηνθρώπησα· τοῦτο παρὰ τὸ ἄνθρωπος· ὅταν δ’ ἔστιν
ἁπλοῦν ἄνθρωπος ἀνθρωπίζω.40

epsilon

35

Epim. Ps. Εὐθηνία· ἐκ τοῦ θάλλω θαλῶ καὶ με‐ τάγεται ὁ μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται θαλῶ, καὶ τροπῇ τοῦ Α εἰς Η καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θη‐
5νῶ καὶ ἐξ αὐτοῦ εὐθηνία.

epsilon

36

Ἔρις· σημαίνει δύο τὴν θεὸν καὶ τὴν φιλονεικίαν, καὶ γίνεται παρὰ τὸ εἴρω, τὸ λέγω· εἴωθε γὰρ ἡ φιλονεικία διὰ λόγων γίνεσθαι.

epsilon

37

Ἑορτάζω· ὁ παρατατικὸς διὰ τί μὴ ἦν ἡόρταζον; ἐπειδὴ οὐδέποτε λέξις ἑλλη‐ νικὴ ἀπὸ τοῦ Η ἀρχομένη ἔχει τὸ Ο ἐπιφερόμενον, χωρὶς εἰ μὴ ἐν διφθόγ‐
5γῳ.

epsilon

38

Epim. Ἑρπηστικόν· ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλ‐ λων περιττοσύλλαβος ἑρπήσω, ἐξ αὐ‐ τοῦ ἑρπηστικὸς πλεονασμῷ τοῦ Σ, ὡς χειρώσω χειρωστὴς πλεονασμῷ τοῦ Σ.

epsilon

39

Epim. Ἐξορία· παρὰ τὴν ἐξ πρόθεσιν καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν. τί ἐστιν ὅρος; λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος.
5〈ἔξ〉ορος τοίνυν ὁ ἔξωθεν τοῦ ὡρισμέ‐
νου τόπου ὤν.41

epsilon

40

Epim. Ἐξίτηλον· ἀμαυρόν· ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις, ὅταν μὴ ἔχῃ τὸ βάμμα δευσοποιόν, τῷ χρόνῳ ἐξίησι τὸ τεθη‐ λός. τὸ δὲ δευσοποιὸν τίθεται ἡ λέξις
5κυρίως ἐπὶ τῶν βαπτομένων ἐρίων· δευ‐ σοποιὸς δὲ λέγεται βαφὴ ἡ ἔμμονον καὶ δυσέκλυτον ἔχουσα τὸ ἄνθος· καὶ Πλά‐ των δὲ ‘δόξαν δευσοποιὸν‘ εἴρηκεν ἔμ‐ μονον, καὶ ‘δευσοποιὸς πονηρία‘ ἀντὶ
10τοῦ δυσέκλυτος καὶ ἔμμονος.

epsilon

41

Epim. Εὐεργεσία· ἐκ τοῦ εὐεργέτης εὐεργε‐ τεία, ὡς ἱκετεία τροπῇ τοῦ Τ εἰς Σ.

epsilon

42

Ἔμβολος· παρὰ τὸ λαὸν ἐμβαίνειν.

epsilon

43

Epim. Εἰδωλολατρία· ἐκ τοῦ εἴδωλον καὶ τοῦ λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο ἐκ τοῦ λάτρις, ὃ σημαίνει τὸν μίσθιον· τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν
5μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ βλέπω, λατήριον καὶ λάτρον, πρὸς ὃ ἀποβλέ‐ πει ὁ μισθωτός. τὸ Α μακρόν· τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ϊα
γινόμενα θηλυκὰ ἐκτείνει τὸ Α.42

epsilon

44

Epim. Εὐτελής· παρὰ τὸ εὖ μόριον καὶ τὸ τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ τοῦ στερητικοῦ Α τίθεται.

epsilon

45

Epim. Ἐνοχλῶ· ἐκ τοῦ ὄχλος· τοῦτο παρὰ τὸ ἀχλύς· τοῦτο παρὰ τὸ ἄγαν καὶ τὸ εἰλῶ, τουτέστιν ἡ ἄγαν ἀποκλέπτου‐ σα καὶ συγκλείουσα.

epsilon

46

Epim. Ἐξουρίας· ‘Ἐξουρίας πλεῖσ‘· ἀντὶ τοῦ καλῶς· ἔστι δὲ ἐπίρρημα μεσότητος, γίνεται δὲ παρὰ τὸ οὖρος, ὃ σημαίνει τὸν ἄνεμον.

epsilon

47

Epim. Ἐντόσθια· παρὰ τὸ ἐντὸς ἐπίρρημα, ὃ σημαίνει τὸ ἔξω, ἔσω, ἐντόσθια, τὰ ἔσω τοῦ σώματος κυρίως. οἱ δὲ λέγουσιν ἐνδόσθια.

epsilon

48

Epim. Ἐτησίας· τοὺς κατὰ καιρὸν ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεόντας ἀνέμους. ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, 〈οἱ ἐτησίαι〉 τῶν ἐτησίων· ὁ τόνος σεση‐
5μείωται 〈οἷον〉· τὸ χλούνων, χρήστων, ἐτησίων. γίνεται δὲ ἐκ τοῦ ἔθος ἐθη‐
σίας καὶ ἐτησίας, οἱ ἔθος ἔχοντες κα‐ τὰ ἓν ἕτος ἐν τῷ καιρῷ τῆς ὀπώρας.43

epsilon

49

Epim. Ἐκεῖ· ἐκ τοῦ ἐκεῖνος κατὰ ἀποβολήν· τὸ ΚΕΙ δίφθογγον. ἐκεῖνος καὶ κατὰ συγκοπὴν ἐκεῖ· διὰ τί περισπᾶται; αἱ συγκοπαὶ γενικαὶ μιμεῖσθαι θέλουσι
5τὰς ὀξυτόνους εὐθείας καὶ ἡνίκα φυ‐ λάττουσι τὸ αὐτὸ μέρος τοῦ λόγου, καὶ τὸν τόνον φυλάττουσι, οἷον δῶ‐ μα δῶ, ἐκεῖνος ἐκεῖ.

epsilon

50

Epim. Εἰκοστός· ὀξύνεται. τὰ εἰς ΤΟΣ λή‐ γοντα ὑπὲρ δύο συλλαβὰς 〈ἔχοντα〉, ἔχοντα πρὸ τοῦ Τ τὸ Σ, τήν τε γε‐ νικὴν εἰς ΟΥ περατουμένην, ἐπὶ πο‐
5σότητος τασσόμενα, ὀξύνονται· οἷον εἰκοστός, πολλοστός.

epsilon

51

Eclog. Ἐπικυνεῖν· τῷ στόματι φιλεῖν. κύλ‐ λοι γὰρ τὰ βλέφαρα, ἐξ οὗ καὶ ‘κυλ‐ λήνιος ὁ Ἑρμῆσ‘, ἡ γὰρ ῥάβδος αὐ‐ τοῦ ‘ἀνδρῶν ὄμματα θέλγει‘· ἀπὸ τοῦ
5〈τοὺσ〉 ἐπὶ πολὺ καθεύδοντας οἰδεῖν τοὺς ὀφθαλμούς. Φαίακες δὲ θύουσιν αὐτῷ ἐσπέρας οὐ διὰ τὸ καθεύδειν,
ὡς Ὅμηρος ‘ὅτε δὲ μνήσατο κοίτου‘, οὐχ ὅτι ὀνειροπομπὸς ἦν, ἀλλ’ ὅτι44
10ὕπνου αἴτιος. ὅθεν ἐπισκύνιον τὸ πε‐ ρὶ τοὺς κοίλους τόπους καλοῦμεν.

epsilon

52

Ἑσπερία· ἡ θάλασσα, καὶ τὸ Ἀτλαν‐ τικὸν πέλαγος· ἐβασίλευσε γὰρ αὐ‐ τῆς ὁ Ἄτλας καὶ Ἕσπερος.

epsilon

53

Ἐνέχυρον· τὸ εἰς ἀσφάλειαν ἀντάλ‐ λαγμα· ἀπὸ τοῦ ἔχω, τὸ κρατῶ, ἔχυ‐ ρον καὶ ἐνέχυρον.

epsilon

54

Ἐγκέλαδος· ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ποιοῦσα, ἡ ἐγκελευομένη, ἢ ἀπὸ Κελάδου τοῦ γίγαντος.

epsilon

55

Ἐγρεκύδοιμος· ἡ ἐγείρουσα κυδοιμὸν τοῖς ἐναντίοις.

epsilon

56

Ἑπτά· ἀπὸ τοῦ ἐπιέναι πρὸς τὸν δέκα ἀριθμόν.

epsilon

57

Ἑκατόν· ὡσανεὶ δέκατον εἴκειν ἀριθ‐ μόν, ἢ παρὰ ἑκάς.

epsilon

58

Ἐκγέγατον· ‘ἄμφω δ’ ἐκγέγατον φαε‐
σιμβρότου Ἠελίοιο‘. μέσου παρακειμέ‐ νου τρίτου προσώπου τῶν δυϊκῶν ἐστι· ἀπὸ τοῦ γείνω ὁ μέσος παρακείμενος45
5γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊ‐ κὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον καὶ μετὰ τῆς ΕΚ 〈προθέσεωσ〉 ἐκγέγα‐ τον.

epsilon

59

Εὐκτήριον· παρὰ τὸ εὐχῆς οἰκητήριον εἶναι.

epsilon

60

Orion Ἐξόδιον· παρὰ τὸ ἔξω τῆς ὁδοῦ ἰέναι· ὁδὸς γὰρ ὁ βίος.

epsilon

61

Hrd. Ἐριώλη· παρὰ τὸ ἐρι ἐπιτατικὸν μό‐ ριον καὶ τὸ ἄω, τὸ πνέω· ἡ μεγάλως πνέουσα.

epsilon

62

Epim. Ps. Ἐγγίζω· ἐκ τοῦ ἐγγὺς ἐγγίζω. τοῦτο παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸ γῆ· κυ‐ ρίως ὁ πλησίον τινὸς ὑπάρχων.

epsilon

63

Ἐπισκέπτω· ἐκ τοῦ σκέπω πλεονασμῷ τοῦ Τ· τοῦτο παρὰ τὸ σχέθω, τὸ κρύπτω.

epsilon

64

Hrd. Εὐφυΐα· ὤφειλε διὰ διφθόγγου, ὡς
γινόμενον ἀπὸ τῶν εἰς ΗΣ, ὡς εὐ‐ σέβεια· ἀλλὰ τὰ παρὰ τὸ φύω καὶ δύω συγκείμενα διὰ τοῦ Ϊ 〈γράφον‐46
5ται〉· εὐφυΐα, δυσωδία, εὐωδία.

epsilon

65

Ἑρμηνεύς· παρὰ τὸ ἑρμῆς, ὁ τοῦ λό‐ γου ἔφορος· τοῦτο παρὰ τὸ ἐρῶ τὸ λέγω.

epsilon

66

Eclog. Ἕλκος· παρὰ τὸ συνέλκεσθαι τῷ δέρ‐ ματι.

epsilon

67

Ἐκχεῶ· τὸ θέμα ἐκχέω, ὁ μέλλων χεύσω, ὁ δεύτερος ἀόριστος ἐξέχεον, καὶ ὁ δεύτερος μέλλων ἐκχεῶ.

epsilon

68

Epim. Ps. Εὐδοκῶ· παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω· ἀπεργάζεται δὲ ὁ νοῦς ταῦτα καὶ δοκεῖ.

epsilon

69

Εὐθές· οὐδέτερον· τὸ ἀρσενικὸν ὁ εὐθής· παρὰ τὸ εὖ μόριον καὶ τὸ θέω, τὸ τρέχω· εὐθὴς γάρ ἐστιν ὁ καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ μόριον
5καὶ τὸ θήσω, ὁ καλῶς διακείμενος πρὸς πάντας.

epsilon

70

Ἐμφοροῦν· παρὰ τὸ ἐμφέρω ἔμφορος, ὁ ἐν ἑαυτῷ φέρων τι· καὶ ἐξ αὐτοῦ
ἔφορος, καὶ ἐμφορῶ, ἡ μετοχὴ ἐμφο‐ ρῶν ἐμφοροῦντος· πρώτης συζυγίας47
5τῶν περισπωμένων καὶ τὸ οὐδέτε‐ ρον ἐμφοροῦν.

epsilon

71

Ἔχιδνα· παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν καὶ τὸν ἰὸν γίνεται ἔχια καὶ πλεονασμῷ δύο συμφώνων ἔχιδνα.

epsilon

72

Ἐργᾷ· ἔστιν ἐργάζω ἐργάσω· ἐπεὶ πᾶς μέλλων βραχείᾳ παραληγόμενος περισπᾶσθαι θέλει, περῶ κερῶ ἐρ‐ γάω ἐργῶ ἀποβολῇ τοῦ Σ· τὸ δεύ‐
5τερον ἐργάεις ἐργᾷς, τὸ τρίτον ἐργᾷ καὶ ὁ παθητικὸς ἐργῶμαι ἐργᾷ.

epsilon

73

Ἐξώκειλα· παρὰ τὸ κέλλω, κελῶ· ὁ ἀόριστος ἔκειλα καὶ τροπῇ καὶ ἐκτάσει τοῦ Ε εἰς Ω ὤκειλα.

epsilon

74

Ἔδεσμα· παρὰ τὸ ἔδω, τὸ ἐσθίω· καὶ ὀδοὺς ὀδόντος· ὁ παθητικὸς ἔδομαι, καὶ ἐξ αὐτοῦ ἐδῶ· περισπᾶται· ὁ μέλλων ἐδήσω καὶ ἐδέσω, ὁ παρακείμενος ἤδε‐
5κα ἤδεσμαι· ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον.

epsilon

75

Εὐρωτιῶντα· ἔστιν αὖρα, ἡ νοτίς, ἐκ
τοῦ αὐρῶς καὶ τροπῇ τοῦ Α εἰς Ε εὐ‐ ρὼς ε〈ὐ〉ρῶτος εὐρωτιῶ καὶ τὸν εὐρω‐ τιῶντα σίτον.48

epsilon

76

Ἐπαυτοφώρῳ· παρὰ τὸ φῶρ ὃ σημαί‐ νει τὸν κλέπτην, καὶ τὴν αὐτὸς ἀντω‐ νυμίαν· σημαίνει δὲ τὸν ἐπ’ αὐτῇ τῇ κλοπῇ ληφθέντα.

epsilon

77

Hrd. Ἐνεῖκα· ἀπὸ τοῦ ἐνέκω ἐνέξω ἤνεκα· πλεονασμῷ τοῦ Ϊ ἤνεικα καὶ τὸ ἀπα‐ ρέμφατον ἐνεῖκαι πλεονασμῷ τοῦ Ϊ· διό‐ τι πᾶς ἀόριστος μὴ ἔχων Σ ἢ Ξ μα‐
5κρᾷ θέλει παραλήγειν.

epsilon

78

Ἐγενέσθην· γείνω, γενῶ, γέγονα· ὁ δεύτερος ἀόριστος ἔγενον· ὁ μέσος ἐγε‐
νόμην· τὸ τρίτον τῶν δυϊκῶν ἐγενέσθην.49

zeta

t

Ἀρχὴ τοῦ Ζ

zeta

1

Hrd. Ζωννύω· τὰ ἀπὸ μονοσυλλάβων ῥη‐ μάτων κατὰ παραγωγὴν γινόμενα βαρύτονα διὰ τοῦ ὕω, διὰ δύο ΝΝ γράφονται, ζῷ ζωννύω, ῥῶ ῥωννύω,
5χῶ χωννύω· ὁ μέλλων οὐκ ἔχει· τὰ γὰρ διὰ τοῦ ὕω ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύνονται, ποιοῦντα παραγωγὴν εἰς ΜΙ, ἄχρι τοῦ παρα‐ τατικοῦ κλίνονται.

zeta

2

Ζῶον· παρὰ τὸ ζῶ, ὃ σημαίνει τὸ πνέω. ζῶν καὶ πλεονασμῷ τοῦ Ο ζῶον· τὸ Ω μέγα· τὰ διὰ τοῦ ῳον οὐδέτερα μονογενῆ προπερισπώμενα
5διφθόγγῳ τῇ διὰ τοῦ Ωι παραλήγου‐
σι· ζῷον, ὑπερῷον, πῷον.50

zeta

3

Epim. Ps. Ζαβουλῶν· ὁ πάνυ βουλευτικώτατος· παρὰ τὸ ΖΑ ἐπιτατικὸν μόριον καὶ τὸ βουλή· τὸ δὲ βουλὴ παρὰ βάλλω.

zeta

4

Epim. Hom. Ζῆθι· ἔστιν ἄω τὸ πνέω, καὶ μετὰ τοῦ Ζ ζάω ζάεις ζεῖ, καὶ κράσει Δωρικῇ τοῦ Α εἰς Η ζῆ· ὡς τὸ τῆς τῇ· καὶ τὸ τρίτον πρόσωπον τοῦ πα‐
5ρατατικοῦ ἔζαε ἔζη καὶ τὸ προστα‐ κτικὸν ζῆ καὶ ἐπεκτάσει τῆς ΘΙ συλ‐
λαβῆς ζῆθι.51

eta

t

〈Ἀρχὴ τοῦ Η〉

eta

1

Epim. Hom. Ἠχῇ· ἐπίρρημα μεσότητος· ὥσπερ τὸ σιωπῇ τριπλῇ τετραπλῇ κλαγγῇ καὶ ἀκῇ· ἔχουσι δὲ τὸ Ϊ προσγεγραμμένον· τὰ γὰρ παρὰ δοτικῆς πτώσεως γινό‐
5μενα ἐπιρρήματα ἔχουσι τὸ Ϊ προσγε‐ γραμμένον.

eta

2

Hrd. Ἡμίν· ἀντωνυμία· ἔστι δὲ διαλέκτου ἴδιον Δωρικῆς· συστέλλουσι γὰρ αὐ‐ τὴν καὶ ὀξύνουσιν ἡμίν· αἱ ἀντωνυ‐ μίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν
5ἐν τῷ αὐτῷ τόπῳ· οἷον ‘ἡμὶν μὲν τόδ’ ἔφηνε‘, καὶ ‘ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι‘. ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον, ἐγκλίνονται· ‘εἰ δ’ ὕμιν δοκέει λωΐτερον‘, ‘σὺν δ’ ἥμιν
10δαῖτα ταράξει‘.52

eta

3

Hrd. Ἡγεμών· τὰ διὰ τοῦ εμων ὀξύτονα διὰ τοῦ Ε ψιλοῦ γράφονται· ἡγεμών, κηδεμών· ἡ κλητικὴ ὦ ἡγεμών.

eta

4

Epim. Ps. Ἠρετίσατο· ἐκ τοῦ αἰρετίζω, τοῦτο παρὰ τὸ αἰρετός· τοῦτο παρὰ τὸ αἰ‐ ρῶ, τὸ προκρίνω· αἰρετὸς οὖν ἐστιν ὁ ἐκλελεγμένος καὶ πρόκριτος.

eta

5

Epim. Ps. Ἤτω· ἐκ τοῦ εἰμὶ ὃ σημαίνει τὸ ὑπάρ‐ χω, ὁ παρατατικὸς εἶν διὰ διφθόγγου καὶ οἱ Ἀττικοὶ τὸ Ε τῶν παρῳχημέ‐ νων εἰς Η τρέπουσι· ὁ δεύτερος ἀό‐
5ριστος ἦν, ἡ μετοχὴ εἲς ἔντος καὶ τὸ προστακτικὸν ἔς· σεσημείωται τὸ θὲς δὸς ἒς καὶ τὸ τρίτον ἔτω καὶ τροπῇ τοῦ Ε εἰς Η ἤτω.

eta

6

Ἠλλοιωμένοι· παρὰ τὸ ἀλλοιῶ ἀλ‐ λοιώσω· τοῦτο παρὰ τὸ ἄλλος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐ‐ τοῦ ἀλλοιῶ, ἀλλοιώσω, καὶ ἀλλοί‐
5ωσις, σημαίνει τὴν ἐναλλαγήν.53

eta

7

Ἡλίας ἡλίου· ὥσπερ κοχλίας κοχλίου. τὸ δὲ ἡλιοῦ ἀπὸ εὐθείας ἀκλίτου· οἷον ἡλιοῦ τοῦ ἡλιοῦ· περισπᾶται.

eta

8

Ἧττον· ἔστι τῶ, τὸ λαμβάνω, οὗ τὸ δεύτερον τᾶς, τὸ τρίτον τᾷ, καὶ μετὰ τοῦ στερητικοῦ Α ἆτον, ὃ οὐδεὶς δύ‐ ναται λαβεῖν, καὶ τροπῇ τοῦ Α εἰς Η
5ἧττον.

eta

9

Epim. Ἥσυχος· παρὰ τὸ ἥδω, τὸ εὐφραίνο‐ μαι· ὁ μέλλων ἥσω· ἐξ αὐτοῦ ἥσυχος. ἥδονται γὰρ τῇ ἡσυχίᾳ οἱ ἀσκηταί.

eta

10

Epim. Ἤ〈ι〉εσαν· ᾔεσαν καὶ προῄεσαν· εἴω διὰ τοῦ ΕΙ διφθόγγου, καὶ γίνεται ἐκ τοῦ ἔω πλεονασμῷ τοῦ Ϊ· ὁ παρακεί‐ μενος εἶκα· ὁ μέσος εἶα καὶ ᾖα· καὶ
5οἱ Ἀττικοὶ τὸ Ε τῶν παρῳχημένων εἰς Η τρέπουσι· οἷον εἶα καὶ ᾖα μετὰ τοῦ Ϊ καὶ ὁ ὑπερσυντελικὸς ᾔειν· τὸ πληθυντικὸν τὸ τρίτον ᾔεισαν καὶ ἀπο‐
βολῇ τοῦ Ϊ ᾔεσαν.54

theta

t

Ἀρχὴ τοῦ Θ

theta

1

Epim. Hom. Θυμός· ποίου εἴδους τῶν ὑποπεπτω‐ κότων τῷ ὀνόματι; εἰ μὲν σημαίνει τὴν ψυχήν, γενικοῦ· εἰ δὲ τὴν ὀργήν, εἰδικοῦ. τί διαφέρει μῆνις, ὀργή,
5χόλος, κότος, θυμός; διαφέρουσι· μῆ‐ νις μέν ἐστιν ἡ ἐπίμονος ὀργή, ἀπὸ τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπ’ ὀλίγῳ χρόνῳ, παρὰ ὀργᾶν. χόλος δὲ οἱονεὶ κίνησις χολῆς, ἀπὸ τοῦ κεῖσθαι. κό‐
10τος δὲ ἡ πολυχρόνιος μνησικακία. θυμὸς δὲ οἱονεὶ ζέσις χολῆς. ἣ ἀπὸ τοῦ θύειν ὅ ἐστι μανικῶς ὁρμᾶν.

theta

2

Epim. Hom. Θοή· παρὰ τὸ θέω.

theta

3

Epim. Hom. Θάμβος· σημαίνει τὴν ἔκπληξιν·
ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; γενική. γίνεται παρὰ τὸ θάπος πλεονασμῷ τοῦ Β, καὶ τρο‐55
5πῇ τοῦ Π εἰς Μ θάμβος.

theta

4

Epim. Hom. Θύγατρα· ἐκ τοῦ θυγατέρα κατὰ συγ‐ κοπὴν καὶ ἀνάδοσιν τοῦ τόνου· ἀρμό‐ σαντες ἄρσαντες, ὁμόπατρος ὅπατρος· γέγονε δὲ παρὰ τὸ θύω καὶ τὸ γαστήρ·
5τὸ γὰρ θήλεον τάχιόν φασιν κινεῖσθαι ἐν τῇ μήτρᾳ.

theta

5

Hrd. Θαιρός· σημαίνει τὸν στρόφιγγα τῆς θύρας· παρὰ τὸ δι’ αὐτῆς στρέφεσθαι τὰς θύρας.

theta

6

Orion Θνητός· παρὰ τὸ θανῶ θανήσω θανη‐ τὸς καὶ ἐν συγκοπῇ θνητός.

theta

7

Orion Θεμέλιον· παρὰ τὸ δεμῶ, τὸ οἰκοδομῶ δεμέλιον καὶ θεμέλιον.

theta

8

Orion Θάσσων· ἀπὸ τοῦ ταχὺς παρήχθη· ὁ πρωτότυπος ταχύτερος, ὁ δεύτε‐
ρος κρείσσων· καὶ ὁ τρίτος ταχίων καὶ τάσσων· καὶ ἐπειδὴ ἀντιστοι‐56
5χεῖ τὰ δασέα τοῖς ψιλοῖς γίνεται θάσσων.

theta

9

Orion Θήπω· τὸ ἐκπλήττομαι, ἀφ’ οὗ καὶ τάφος· ἐξ οὗ καὶ τὸ ‘ταφὼν δ’ ἀνό‐ ρουσεν Ἀχιλλεύσ‘.

theta

10

Θεσπίζω· τὸ ὁρίζω· ἀφ’ οὗ καὶ ‘θέσπι‐ σμα τὸ δόγμα‘.

theta

11

Θεύω· τὸ τρέχω ἐξ οὗ καὶ θεός· ὡς φιλέος φωλεὸς παρὰ τὸ λελυκέναι τὸ φῶς.

theta

12

Θύνω· τὸ ὁρμῶ· ἐξ οὗ καὶ θῦναι διὰ προμάχων.

theta

13

Θέω· τὸ θάλλω καὶ αὐξῶ· ἐξ οὗ καὶ τὸ ‘τηλεθόωντασ‘ καὶ θαλέθοντας.

theta

14

Θρύπτω· τὸ κλάνω· ἐξ οὗ καὶ τὸ ‘τριχθά τε καὶ τετραχθά‘.

theta

15

Θρῶ· ἐκ τοῦ θεωρῶ, καὶ κατὰ συγκο‐ πὴν θρῶ.

theta

16

Θεσσαλονίκη· ἐτυμολογεῖται παρὰ τὸ
θὲς ἄλλῳ τὴν νίκην.57

theta

17

Θωμᾶς· παρὰ τὸ θαῦμα θαυμᾶς, καὶ τροπῇ τῆς ΑΥ διφθόγγου εἰς Ω μέγα θωμᾶς.

theta

18

Epim. Θετταλικός· ὄνομα ἐκ τοῦ Θετταλός· ἀποβολῇ Θεσσαλίας, Θεσσαλὸς ὁ πο‐ λίτης.

theta

19

Θόρυβος· παρὰ τὸ θέω, τὸ τρέχω, θέρυβος καὶ θόρυβος.

theta

20

Θῶμαι καὶ ἐπίθωμαι· πᾶν ῥῆμα ὑπο‐ τακτικὸν ὑπερδισύλλαβον εἰς ΜΑΙ λῆ‐ γον ἐπὶ μέσου ἀορίστου δευτέρου ἀνα‐ βιβάζει τὸν τόνον· δῶμαι, ἀπόδωμαι·
5σχῶμαι ἀπόσχωμαι· ‘ἦν καί τι ἀπόσχων‐ ται Τρῶεσ‘.

theta

21

Hrd. Θηρίον· παρὰ τὸ φθερῶ φθερίον, καὶ θηρίον· παροξύνεται· τὰ διὰ τοῦ ἴον οὐδέτερα μονογενῆ, εἰ μὲν ὧσι δακτυλικά, πρὸ μιᾶς ‘ἔχουσι τὸν τό‐
5νον· κλειδίον, θηρίον, τειχίον· εἰ δὲ τὰ‘ τριβράχεα, προπαροξύνονται· φλέ‐
βιον, τόπιον.58

theta

22

Eclog. Θριδακίνη· θρίδαξ· τὰ ἀπὸ τῶν τρι‐ ῶν φύλλων· τρίφυλλος γὰρ κατ’ ἀρ‐ χάς, ὡς καὶ θρίναξ· τὰ φύλλα τῆς συκῆς θρία λέγονται, τὰ εἰς τρία
5διῃρημένα· τινὲς δὲ ὅτι τρίζει δακνο‐ μένη. ἢ ὅτι τῷ θέρει γίνεται, θερι‐ δακίνη τις οὖσα.

theta

23

Eclog. Θυηλάς· θυλάκους· κυρίως εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται· καταχρηστικῶς δὲ καὶ πᾶσα θυσία.

theta

24

Hrd. Θειλόπεδον· περισσὸν τὸ Θ. εἰλόπεδον γὰρ παρὰ τὴν τοῦ ἡλίου αὐγήν· εἰώ‐ θασι δὲ καὶ τὴν ἕλην σὺν τῷ Ϊ λέ‐ γειν εἵλην. τὴν τῶν σύκων φῦξιν τρα‐
5σιὰν λέγουσι.

theta

25

Eclog. Θεσμός· ὁ νόμος, ἀπὸ τῆς θέσεως. ἔκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο,
ἐτίθει νόμους.59

theta

26

Hrd. Θρίναξ· σημαίνει τὸ τριαινοειδὲς ἐρ‐ γαλεῖον, παρὰ τὸ τρία τρίναξ καὶ θρίναξ.

theta

27

Orth. Θυμοβαρείω· ἀπὸ τοῦ θυμοβαρεύω.

theta

28

Θρόνος· παρὰ τὸ θροσμόν, ὃ σημαίνει τὸν ὑψηλὸν τόπον· ὁ ἐφ’ ὑψηλοῦ τό‐ που ἱστῶν ἡμᾶς.

theta

29

Θεαρχικώτατος· θεὸς καὶ ἄρχων· ἐκ τοῦ θέαρχος καὶ κτητικὸν θεαρ‐ χικὸς καὶ τὸ ὑποθετικὸν θεαρχικώ‐ τατος.

theta

30

Θανατῶ· ὅτε μέν ἐστιν ἁπλοῦν, τρί‐ της συζυγίας τῶν περισπωμένων· οἷον θανατῶ θανατοῖς. ὅτε δ’ ἔστι σύνθετον, δευτέρας τῶν αὐτῶν· οἷον
5δυσθανατῶ δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ ἁπλοῦν πρώτης τῶν πε‐ ρισπωμένων· σύνθετον δὲ δευτέρας· 〈οἷον〉 προσδοκᾷς. τὸ δὲ θανατῶ ὅτ’ ἐστι δευτέρας συζυγίας, σημαίνει τὸ
10ἐπιθυμοῦντι ἀποθανεῖν, ἤγουν προαιρου‐ μένῳ· ὅτε δὲ τρίτης σημαίνει τὸ
φονεύειν.60

iota

t

Ἀρχὴ τοῦ Ϊ

iota

1

Hrd. Ἴνδαλμα· ἐκ τοῦ ἰνδάλλω ὅπερ ἐκ τοῦ εἴδω τὸ ὁμοιῶ, κατὰ παραγωγὴν ἰδάλ‐ λω καὶ πλεονασμῷ τοῦ Ν καὶ συστολῇ ἰνδάλλω. τὸ ΪΝ, Ϊ διὰ τί; ἐπειδὴ κανών
5ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἴωθε πολλάκις τὴν φύσει 〈μακρὰν〉 εἰς θέσει μεταβάλλειν, πένης πενι‐ χρός· λήβω λαμβάνω· δήκω δαγ‐ κάνω, οὕτως εἴδω ἰνδάλλω.

iota

2

Ἰησοῦς· παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν.

iota

3

Ἱλαρός· παρὰ τὸ ἵλαος ὃ σημαίνει τὸν ἀσθενῆ.

iota

4

Hrd. Ἱκόνιον· παρὰ τὸ ἐκεῖσε ἀφικόμενον τὸν Περσέα κτίσαι κατ’ αὐτόν.

iota

5

Epim. Ps. Ἰουδαῖος· ἀπὸ τοῦ Ἰοῦδα τοῦ φυλάρχου.61

iota

6

Epim. Ps. Ἴχνος· παρὰ τὸ ἴσχειν ὅ ἐστι συνέ‐ χειν ὅλον τὸν πόδα· ἢ παρὰ τὸ ἀνέ‐ χεσθαι τῆς γῆς· ἢ παρὰ τὸ κινῶ κίχνος πλεονασμῷ τοῦ Χ, καὶ ἀφαιρέ‐
5σει τοῦ Κ ἴχνος.

iota

7

Hrd. Ἰξός· παρὰ τὸ ἄγειν τὰ ὄρνεα ἐν ἑαυτῷ, ἢ παρὰ τὸ ἥκω ἥξω ἰξός.

iota

8

Orion Ἰσχάς· παρὰ τὸ ἴσχω, τὸ ξηραίνω· τὸ παράγωγον ἰσχνῶ ἰσχνάδες καὶ ἰσχνάδες.

iota

9

Orion Ἴσος· παρὰ τὸ ἵημι τὸ πορεύομαι· ὁ μέλλων ἥσω καὶ ἐξ αὐτοῦ ἴσος, ὁ τοῖς λοιποῖς ἀκολουθῶν. ἢ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ· ὁ μέλλων εἴσω καὶ ἐξ αὐτοῦ
5ἴσος.

iota

10

Ἴς· σημαίνει τὸ νεῦρον· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὁ μέλλων ἔσω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἴς.

iota

11

Ἵκω· τὸ δέομαι· ἐξ οὗ καὶ ἱκέτης·
ἐκ τοῦ κῶ τὸ κεῖμαι, πλεονασμῷ τοῦ Ϊ· εἴωθε γὰρ τοῖς ἱκέταις ἐν τοῖς πο‐ σὶ τῶν παρακαλουμένων κεῖσθαι.62

iota

12

Ἱζάνω· τὸ κατέζομαι, καὶ ἱζάνω, τὸ πίπτω· ἀμφότερον ἐκ τοῦ ἵζω, τὸ κά‐ θημαι καὶ Ὅμηρος ‘ἷζον δ’ εὐρὺν ἀ‐ γῶνα‘.

iota

13

Ἴλλω· τὸ δεσμεύω· ἐξ οὗ καὶ ἰλλὰς ὁ δεσμός· ‘περὶ δὲ χερσὶ δεσμὸν ἴαλλε‘.

iota

14

Epim. Ἰός· σημαίνει τὸ βέλος· παρὰ τὸ ἵημι τὸ πέμπω· τὸ προσβάλλειν τὸ πεμπό‐ μενον.

iota

15

Ἰού· ἔστιν οὒ ἀναφορικόν, καὶ πλεο‐ νασμῷ τοῦ Ϊ ἰού.

iota

16

Ἱδρυμένος· παρὰ τὸ ἱδρύω ἱδρύσω ἵδρυ‐ κα ἵδρυμαι ἱδρυμένος· τοῦτο παρὰ τὸ ἕζω ἕδω καὶ πλεονασμῷ τοῦ Ρ ἕδρω καὶ ἱδρῶ καὶ ἱδρύω.

iota

17

Hrd. Ἰδουμαῖος· ἐκλήθη ἀπόγονος τοῦ Ἠσαῦ. ἰδοῦμα γὰρ λέγεται εἶδος ξανθῆς ‘φα‐
κῆσ‘, ἧς, λέγεται, ἐπιθυμήσας φαγεῖν, ἀπέδοτο τὰ πρωτοτόκια. ἐκ τούτου οὖν63
5ἐπωνομάσθησαν οἱ ἀπόγονοι Ἰδουμαῖοι.

iota

18

Orion Ἰατρική· ἰατρική τις οὖσα· ὡς κεντῶ κέντον καὶ κέντρον.

iota

19

Ἰφιγένεια· Εὐφορίων αὐτὴν ἐτυμολογεῖ Ἑλένης καὶ Θησέως· ὑποβλητὴν δὲ δοθῆναι Κλυταιμνήστρᾳ.

iota

20

Ἰάμβη· τινὲς ὅτι ἡ Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ· τὴν Δήμητραν δὲ λυ‐ πουμένην παίζουσα καὶ ἀχρηστολογοῦ‐ σα καὶ σχήματα ἄχρηστα ποιοῦσα, ἐ‐
5ποίησε γελάσαι.

iota

21

Eclog. Ἰλλεύς· ὁ Αἴαντος πατήρ.

iota

22

Hrd. Ἴψ· σημαίνει τὸν σκώληκα, καὶ γίνε‐ ται παρὰ τὸ ἴπτω, τὸ βλάπτω. ἴπες δέ εἰσιν οἱ σκώληκες, οἱ ἐσθίοντες τὰ κρέα· σῆτες οἱ τρώγοντες σκώ‐
5ληκες τὰ ἱμάτια· θρίπες οἱ τὰ ξύλα·
ἴκες οἱ τὰς ἀμπέλους.64

iota

23

Hrd. Ἵλαος· παρὰ τὸ ἱλαρός· οἱ γὰρ Αἰο‐ λεῖς ἴλλαος λέγουσι καὶ οὐχ ἕλλαος.

iota

24

Epim. Hom. Ἴσαν· σημαίνει τὸ ἐπορεύοντο· ἔστιν εἶμι τὸ πορεύομαι, τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν, τὸ τρίτον ἴσαν· ἐξ οὗ καὶ τὸ ἴθι.

iota

25

Ἱλασμός· ἔστιν ἱλῶ, ἱλᾷς· ὁ μέλλων ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ πα‐ θητικὸς ἵλασμαι ἱλασμός· ἐκ δὲ τού‐ του γίνεται ἵλαος καὶ ἵλεως Ἀττικῶς,
5τὸ δὲ ἵλεως ἀπὸ τοῦ ἔλεος κατὰ τρο‐ πὴν τοῦ Ε εἰς Ϊ. ἐκ δὲ τοῦ ἵλεως γίνεται ἱλεῶ ἱλεώσω ἱλέωσα ἱλεωσά‐ μην καὶ ἐξϊλεωσάμην· ἐκ δὲ τοῦ ἱλεῶ πάλιν γίνεται κατὰ συγκοπὴν
10ἱλῶ ἱλᾷς· ἐξ οὗ καὶ τὸ ἵλαθι καὶ τὸ ἱλασάμην· ἐκ δὲ τοῦ ἱλῶ ἱλᾷς γίνε‐ ται ἱλάσκω, ὥσπερ φῶ φάσκω καὶ βῶ βάσκω.

iota

26

Ἴλιγγος· ἀπὸ τοῦ 〈ε〉ἰλιγγιᾶν καὶ στρέ‐ φεσθαι· τὸ ῥῆμα διὰ τοῦ ΕΙ διφθόγ‐
γου, τὸ δὲ ὄνομα διὰ τοῦ Ϊ.65

kappa

t

Ἀρχὴ τοῦ Κ

kappa

1

Epim. Hom. Καπνίζω· παρὰ τὸ καπνός· τοῦτο πα‐ ρὰ τὸ κάπος ὃ σημαίνει τὸν ἄνεμον.

kappa

2

Hrd. Κύκνος· εἰδικόν ἐστιν ὄνομα· εἰδικὸν δ’ ἔστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι· ὁ γὰρ ποιητὴς πάντοτε γενικὰ προτάσσει, καὶ οὕτως τὰ εἰ‐
5δικά· γίνεται δὲ παρὰ τὸ καλῶ τὸ φωνῶ ἐξ οὗ καὶ κλός, καὶ πλεονασμῷ τοῦ Ο κολός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται κατὰ παραγωγὴν κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκος καὶ
10ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ Λ εἰς Ν κύκνος· κρακτικὸν γὰρ τὸ ζῷον.

kappa

3

Epim. Hom. Κάθου· ἕω τὸ καθέζομαι· ὁ μέλλων ἕσω· ὁ ἀόριστος δεύτερος ἕον, καὶ ὁ μέσος ἑόμην ἑόυ καὶ κράσει οὗ, καὶ τὸ προστακτικὸν οὗ καὶ ‘μετὰ66
5τῆς κατὰ 〈προθέσεωσ〉 καάτου‘ καὶ κάθου.

kappa

4

Κολάζω· παρὰ τὸ κολαφίζω, καὶ κα‐ τὰ συγκοπὴν κολάζω.

kappa

5

Κοῦφος· παρὰ τὸ κάφος, ὃ σημαίνει τὸ πνεῦμα· τροπῇ τοῦ Α εἰς Ο καὶ πλεονασμῷ τοῦ Υ κοῦφος.

kappa

6

Κύβερνος· παρὰ τὸ τὰ κύματα ἐρευνᾶν, κυμέρευμνός τις ὤν, ὁ τῶν κυμάτων ἐρευνήτης.

kappa

7

Orion Κάρα· παρὰ τὸ κέρα, ὃ σημαίνει τὴν τρίχα· ἡ οὖσα τετριχωμένη· τοῦτο δὲ παρὰ τὸ κείρω, τὸ κόπτω.

kappa

8

Orion Κόσμος· παρὰ τὸ ‘κάζω, τὸ‘ κοσμῶ· ὁ μέλλων κάσω· ἐξ αὐτοῦ κάσος καὶ κάσμος πλεονασμῷ τοῦ Μ, καὶ τρο‐
πῇ τοῦ Α εἰς Ο κόσμος.67

kappa

9

Epim. Ps. Κλῆμα· παρὰ τὸ κλάνω, ὁ μέλλων κλάσω, ὁ παρακείμενος κέκλασμαι· κλῆμα.

kappa

10

Hrd. Κλίβανος· παρὰ τὸ κρι ἐπιτατικὸν μό‐ ριον καὶ τὸ βαῦνος, ὃ σημαίνει τὴν κά‐ μινον. γίνεται κρίβανος καὶ τροπῇ τοῦ Ρ εἰς Λ κλίβανος.

kappa

11

Καίριον· τὸ ΡΙ, Ϊ 〈διὰ τί〉; τὰ ἀπὸ τῶν εἰς ΟΣ ὀξυτόνων διὰ τοῦ ιον γινόμενα διὰ τοῦ Ϊ γράφονται· βω‐ μός, βώμιον, καὶ ἐπιβώμιον αἷμα. και‐
5ρὸς καίριον· σημαίνει δὲ τὸ μέγα καὶ ἐπωφελὲς πρᾶγμα.

kappa

12

Epim. Κατέλευσαν· ὅ ἐστιν ἔχωσαν λίθοις, τὸ θέμα λεύσω· σημαίνει δὲ τὸ κα‐ ταλεύσω, τὸ λίθοις κατά τινος βάλ‐ λω. γίνεται δὲ ἐκ τῆς κατὰ προθέ‐
5σεως, καὶ τοῦ λᾶας, ὃ σημαίνει τὸν λίθον.

kappa

13

Κύπτω· παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος· καὶ γίνεται γύπτω καὶ
κύπτω· καὶ τί μετέχει; οἱ γὰρ γυμνοί, κύπτοντες, τὰ ἑαυτῶν μόρια συγκα‐68
5λύπτουσι.

kappa

14

Κάμπη· παρὰ τὸ ἑαυτὴν κάμπτειν ἐν τῷ ἕρπεσθαι. τὰ γὰρ ζῳδάρια, τὰ μὲν τελευταῖα μέρη ὑποτείνει· τὰ δὲ πρὸς τραχήλῳ κάμπτει, καὶ εἶθ’ οὕτως
5ἐπισύρει τὰ ὀπίσω, κάμπτουσα ἑαυτήν.

kappa

15

Κολλούρια· τὰ κολοβὰς ἔχοντα τὰς οὐράς· τοῦτο ἐπὶ τῶν ἀρρώστων, καὶ ἐπὶ τῶν ἰατρικῶν δύναται λέγεσθαι.

kappa

16

Epim. Ps. Κιχρῶ· παρὰ τὸ χρῶ, τὸ παρέχω γί‐ νεται χιχρῶ καὶ διὰ τὴν ἐπαλλη‐ λίαν τῶν δάσεων κιχρῶ· ἐξ οὗ καὶ ‘μακάριος, ὁ οἰκτίρων ...‘.

kappa

17

Κατάντημα· ἐκ τοῦ καταντῶ, καταν‐ τήσω, κατήντηκα, κατήντημαι, κατάν‐ τημα.

kappa

18

Orion Κίσσα· παρὰ τὸ πρὸς τὸ κίειν σεύειν.

kappa

19

Orion Κανδῆλα· παρὰ τὸ τὰ δῆλα φαίνειν.69

kappa

20

Κρεμῶ· ἔστιν ἔρα ἡ γῆ, ἐξ αὐτοῦ ἔραμος καὶ κέραμος καὶ κεραμῶ καὶ συγκοπῇ κερμῶ, καὶ ὑπερθέσει τοῦ Ρ κρεμῶ, ἐκ μεταφορᾶς τῶν κεράμων.

kappa

21

Hrd. Καθῆσθαι· ἧμαι, ἧσαι, τὸ ἀπαρέμφα‐ τον ἧσθαι, καὶ καθῆσθαι.

kappa

22

Epim. Ps. Κρύσταλλος· παρὰ τὸ κρύος, ἢ ἀπὸ τοῦ κρύος καὶ τοῦ σταλάσσω γίνεται κρύσταλλος·

kappa

23

Κρύος δὲ παρὰ τὸ κρατῶ, κρατύω· καὶ κατὰ συγκοπὴν κρύω· ἐξ οὗ κρύος.

kappa

24

Κεκρύφει· ἐκ τοῦ κρύβω, ὁ μέλλων κρύψω, ὁ παρακείμενος κέκρυφα, ὁ ὑπερσυντελικὸς κεκρύφει καὶ σὺν ἀρ‐ χούσῃ ἐκεκρύφει.

kappa

25

Κατάγαγε· ἔστι κατάγω, ὁ δεύτερος
ἀόριστος κατήγαγον, καὶ διὰ τὸ μὴ εἶναι τὴν παραλήγουσαν φύσει μακρὰν γίνεται τὸ προστακτικὸν κατάγαγε.70

kappa

26

Κωμῳδία· ἔστι κῶ καὶ σημαίνει τὸ κοιμῶμαι· ἐκ τούτου γίνεται κώμη· τὸ χωρίον, διὰ τοῦ Ω μεγάλου, εἰς ὃ κοιμῶνται πολλοί· ἐξ αὐτοῦ κωμῳ‐
5δὸς καὶ κωμῳδία· ἔστι δὲ ποίημα σκωπτικόν, ἤγουν ἐμπαικτικόν.

kappa

27

Κροσσωτόν· παρὰ τὸ ἄκρον, ἀκροῶ, ἀκρόσσω· ἐκ τούτου γίνεται ἀκρόσ‐ σωτος, καὶ ἀποβολῇ τοῦ Α κροσσω‐ τός· τὸ ἐν ἄκρῳ κρεμόμενον.

kappa

28

Κασία· τὸ μυρεψικὸν εἶδος· γίνε‐ ται δὲ παρὰ τὸ κάζω, τὸ κοσμῶ, οὗ ὁ μέλλων κάσω, ἐξ αὐτοῦ κα‐ σία, ἡ κοσμοῦσα διὰ τῆς εὐωδίας
5τὰς αἰσθήσεις.

kappa

29

Hrd. Κάθημαι· διὰ τί προπαροξύνεται; πᾶν παθητικὸν εἰς ΜΑΙ λῆγον ἀπὸ τῶν εἰς ΜΙ κεκλιμένων τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· κεῖμαι,
5ἀπόκειμαι, ἧμαι, κάθημαι.71

kappa

30

Κουράτωρ· κουράτωρ κουράτωρος· ὁ κανών· τὰ Ῥωμαϊκὰ ὀνόματα φυ‐ λάσσουσι τὸ Ω ἐπὶ τῆς γενικῆς, οἷον κουράτωρος, ἐσ̣κέπτωρος, πραίτωρος,
5μανδάτωρος, μαΐστωρος.

kappa

31

Hrd. Κερδαλέος· παρὰ τὸ κέαρ ἡδύνειν, ἤγουν τὴν ψυχήν· παροξύνεται· τὰ διὰ τοῦ ΛΕΟΣ ὑπὲρ τρεῖς συλλα‐ βὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον· γη‐
5ραλέος, κερδαλέος, ἀργαλέος· πλὴν τοῦ κονισάλεος, δαιδάλεος.

kappa

32

Epim. Καλινδοῦμαι· κυλίω, καὶ τροπῇ τοῦ Υ εἰς Α Αἰολικῶς· οἱ γὰρ Αἰολεῖς τὰς σάρκας σύρκας λέγουσι, ἐπεὶ οὖν τρέπουσι τὸ Α εἰς Υ, δῆλον ὅτι καὶ
5τὸ Υ εἰς Α, οὕτως γὰρ καλίω καὶ πλεονασμῷ συμφώνων καλινδῶ. καὶ τὸ παθητικὸν καλινδοῦμαι.

kappa

33

Epim. Κερκίς· παρὰ τὸ κρέκω, τὸ πλήττω, κρεκίς· καὶ τοῦ λέοντος ἡ οὐρὰ κρε‐ κίς· πληκτικὴ γάρ, καὶ ἐκ τοῦ κρέ‐
κω γίνεται κέρκος.72

kappa

34

Epim. Κροαίνω· τὸ κτυπῶ, καὶ ἠχῶ· ἐκ τούτου {κρούω} κατὰ παραγωγὴν κρούω καὶ ἐξ αὐτοῦ κρουαίνω καὶ κροαίνω, ἀποβολῇ τοῦ Ϋ.

kappa

35

Epim. Κουροσύνα· κοῦρος λέγεται παρὰ Ἀθη‐ ναίοις ἡλικία τις ἐν ᾗ ποιοῦντες τρα‐ πέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεω‐ τέρων· λέγεται δὲ ὁ ξυρίζων αὐτοῦ
5τὰ γένεια.

kappa

36

Epim. Κοινόν· σημαίνει δύο· τὸ μεμολυσμέ‐ νον, ὡς ‘τὸ αἷμα τοῦ Χριστοῦ κοινὸν ἡγησάμενοσ‘, ὅπερ ἀπὸ τοῦ φοινὸς καὶ τροπῇ τοῦ δασέος εἰς ψιλόν· τοῦ‐
5το ἐκ τοῦ φονὸς φοινός· κυρίως δὲ λέγεται, τὸ ἀφ’ αἵματος μεμολυσμένον· καὶ κοινὸς ὁ ἀναμεμιγμένος.

kappa

37

Epim. Κένταυρος· παρὰ τὸ κέντω / κεντῶ καὶ τὸ αὔρα, ὅ ἐστι πνοὴ τοῦ ἀνέμου.

kappa

38

Epim. Κηδάρ· παρὰ τὸ κήδω, τὸ κοιμῶμαι·
τὸ σκοτεινόν.73

kappa

39

Epim. Κηρός· παρὰ τὸ καίω, καύσω, ἔκαυ‐ σα, ἀποβολῇ τοῦ Σ ἔκαα· ἐξ αὐτοῦ κηρὸς τροπῇ τοῦ Α εἰς Η· ἐτυμολο‐ γεῖται δὲ παρὰ τὸ καίεσθαι ῥᾳδίως.

kappa

40

Epim. Κιθάρα· παρὰ τὸ κινεῖν εἰς ἔρωτα· ἢ παρὰ τὸ κινεῖσθαι ῥᾳδίως· ἢ πα‐ ρὰ τὸ κινεῖν τοὺς θαιρούς.

kappa

41

Epim. Κραιπαλῶ· παρὰ τὸ κάρα, καὶ τὸ πάλλω· δευτέρας συζυγίας.

kappa

42

Epim. Κλῆτος· σημαίνει τέτταρα· εἰ μὲν διὰ τοῦ Η σημαίνει τὴν ἔλευσιν καὶ τὴν συνάθροισιν. εἰ δὲ διὰ τοῦ Ϊ ση‐ μαίνει δύο, μέρος τι τῆς οἰκίας κα‐
5λούμενον πρόσκλιτον· ‘ἐν τοῖς κλίτε‐ σι τῆς οἰκίας σου‘, καὶ τὸν εὐώνυμον τόπον ‘πεσεῖται ἐκ τοῦ κλίτους σου‘. ἔστι καὶ ἕτερον διὰ τοῦ ΕΙ διφθόγγου ὅπερ καὶ ὀξύνεται καὶ σημαίνει τὸν
10ἔνδοξον· ἐξ οὗ καὶ ἀγακλειτός.74

kappa

43

Καλλιέρημα· καλλιερῶ καλλιερήσω καλλιέρημαι. καλλιέρημά ἐστι δὲ ἕκαστον τῷ θεῷ φίλον θῦμα· καὶ οἱ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν,
5ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι ‘πνεύμα καὶ σάρκα συντετριμμένην‘. Ἕλληνες 〈δὲ〉 τότε καλλιερεῖν νομί‐ ζουσι, ὅταν δαίμονί τινι θύσαντες ἐπιτύχωσι σημείων ἐν τῷ ἥπατι
10τοῦ ἱερείου καὶ τοῦτο καλῶν· καλ‐ λιέρημα δὲ ὅταν τῷ δαίμονι φίλον {φίλον} τὸ θῦμα διὰ τῶν φαινομέ‐ νων ἀπατηλῶν ὀφθῇ σημείων.

kappa

44

Epim. Κυνικοί· φιλόσοφοι· ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατοι ὑπῆρ‐ χον, ὥσπερ καὶ ὁ κύων· οὗτοι γὰρ ἤλεγχόν τινα δημοσίως, καὶ οὐ κατ’
5ἰδίαν· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὰ ἐποίουν, ὡς οἱ κύνες.

kappa

45

Hrd. Κριθή· παρὰ τὸ κριθῆναι τῶν δρυ‐
ῶν· ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ὕστερον ἤρξαν‐ το 〈ἀπὸ κριθῆς ἄρτον ἐσθίειν〉.75

kappa

46

Hrd. Κινησίας· ἀπὸ τοῦ κινῶ, κινήσω, κι‐ νησίας.

kappa

47

Orion Κίων· παρὰ τὸ κίειν εἰς ὕψος· ἢ πα‐ ρὰ τὴν ἰὼν μετοχὴν πλεονασμῷ τοῦ Κ κίων.

kappa

48

Orion Κάμινος· παρὰ τὸ ὑπομένειν καιομένην.

kappa

49

Hrd. Κυκλώπειον· ἔστιν ὄρος ἐν Λιβύῃ· γέ‐ γονε δὲ ἀπὸ τοῦ Κύκλωπος.

kappa

50

Hrd. Κειρία· σημαίνει τὸ σχοινίον, τὸ δεσμεῦ‐ ον τὴν κλίνην· καὶ θηλυκῶς λέγεται. γίνεται δὲ παρὰ τὸ κείρω, τὸ κόπτω· ἢ παρὰ τὸ εἰς λεπτὰ κείρεσθαι· ἢ
5παρὰ τὸ κείρας, ὃ σημαίνει τὴν τρί‐
χα, κερία καὶ πλεονασμῷ τοῦ Ϊ κειρία.76

kappa

51

Hrd. Κεῖος· σημαίνει τὸν πολίτην· παρὰ τὸ Κέω Κέϊος καὶ συναιρέσει Κεῖος.

kappa

52

Eclog. Κοῖος· ὁ πατὴρ τῆς Λητοῦς· παρὰ τὸ κοεῖν, ὅ ἐστι νοεῖν· ὅτι συνετός.

kappa

53

Hrd. Κατωκάρα· 〈ἐν τῇ〉 συνθέσει ἐκ τοῦ κάτω καὶ τοῦ κάρα.

kappa

54

Κόνδαξ· παρὰ τὸ κῶ, τὸ κεῖμαι, κόαξ· καὶ πλεονασμῷ συμφώνων, κόνδαξ.

kappa

55

Orion Κάμηλος· ὅτι χαμαὶ καθημένη αἴρει τὸ φορτίον, χάμηλος καὶ κάμηλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κάμπτειν τοὺς μηρούς.

kappa

56

Orion Κόσμος· παρὰ τὸ κεῖσθαι ἅμα.

kappa

57

Κηκάς· ἡ λοιδορία· παρὰ τὸ κακὸς
καὶ τὸ ‘κακῶς ἀφίει‘.77

kappa

58

Orion Κόρη· παρὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ.

kappa

59

Orion Κλάδος· παρὰ τὸ καλὸν εἶδος ἔχειν.

kappa

60

Κάμπτω· ἐκ τοῦ γόνυ γονάπτω καὶ κατὰ παραγωγήν, καὶ ἐν συγκοπῇ γνάπτω· καὶ τροπῇ τοῦ Γ εἰς Κ, καὶ ἐν ὑπερβιβασμῷ κάμπτω.

kappa

61

Κρεβάτιν· παρὰ τὸ κρεμᾶν τὰς βάσεις.

kappa

62

Καιριώτερον· σημαίνει τὸ ἀναγκαιό‐ τερον, ἐκ τοῦ καίριος, τοῦτο ἐκ τοῦ Κήρ, ὃ σημαίνει τὴν θανατηφόρον Μοῖραν, κλίνεται Κηρός, συστολῇ Κα‐
5ρός. ‘τίω δέ μιν ἐν καρὸς αἴσῃ‘. κατὰ παραγωγὴν κάριος, καὶ καίριος, ὁ ἐπικινδυνότερος.

kappa

63

Κόμανα· κόμη, Κομάνη καὶ τὸ οὐδέ‐ τερον Κόμανον καὶ τὸ πληθυντικὸν Κόμανα· λέγεται γὰρ τὸν Ὀρέστην, τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, φεύγοντα
5μετὰ τῆς ἀδελφῆς αὐτοῦ ἐκεῖσε τὴν κόμην ἀποκείρασθαι.

kappa

64

Κυνίζω· παρὰ τὸ κινῶ, κινΐζω καὶ κυνίζω· τὸ δὲ παρὰ τὸ κίω, τὸ δὲ
παρὰ τὸ ἴω, τὸ πορεύομαι.78

kappa

65

Κασσίτερος· παρὰ τὸ θᾶσσον τείρεσθαι.

kappa

66

Κάμνειν· ἐπιπονεῖν καὶ ἐργάζεσθαι, ἐπὶ τῶν ἀσθενικώτων, καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαβὼν δὲ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπειπεῖν
5καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, ἀπέκαμνον νουθετῶν καὶ πα‐ ραινῶν.

kappa

67

Hrd. Καππάδοξ· ἐκ τῶν εἰς ΟΞ ἀρσενι‐ κῶν μόνον τὸ Καππάδοξ διὰ τοῦ Ο μικροῦ γράφεται.

kappa

68

Epim. Ps. Κημός· παρὰ τὸ κάμπτω καμὸς καὶ κημός, τῆς θέσει μακρᾶς εἰς τὴν
φύσει μετακληθείσης 〈μακράν〉.79

lambda

t

Ἀρχὴ τοῦ Λ

lambda

1

Epim. Hom. Λευκός· παρὰ τὸ λεύσσω, τὸ βλέπω· ὁ εὐσύνοπτος καὶ εὐειδὴς καὶ λαμπρός, λέγεται καὶ χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ δια‐
5χέει τὴν ὄψιν· τὸ δὲ μέλαν συγκριτι‐ κόν ἐστι· συγκρίνει γάρ.

lambda

2

Epim. Hom. Λαοδίκη· ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη γίνεται Λαοδίκη.

lambda

3

Λιγύς· παρὰ τὸ λέγω λεγὺς καὶ λι‐ γύς· ἢ παρὰ τὸ λίαν ἡδύς.

lambda

4

Hrd. Λύπη· παρὰ τὸ λύειν τοῖς δάκρυσι τοὺς ὦπας· λύη τις οὖσα. καὶ τί με‐ τέχει ἐκ τοῦ λύειν; λύσις γὰρ τῆς
ψυχῆς τὸ πάθος.80

lambda

5

Orion Ληνός· παρὰ τὸ λεαίνεσθαι πατουμέ‐ νην ἐν αὐτῇ τὴν σταφυλήν.

lambda

6

Hrd. Λήγω· τὸ παύω· τὸ ΛΗ, Η 〈διὰ τί〉; τὰ διὰ τοῦ ΗΓΩ ῥήματα εἴτε βαρύ‐ τονα εἴτε περισπώμενα διὰ τοῦ Η γρά‐ φονται· βαρύτονα μὲν οἷον θήγω τὸ
5ἀκονῶ, τμήγω τὸ διαχωρίζω, ἀρή‐ γω τὸ βοηθῶ· περισπᾶται δὲ ληγῶ, ὁδηγῶ, φορτηγῶ, πλὴν τοῦ πνίγω καὶ θίγω τὸ προσεγγίζω, λίγω τὸ ὑμνῶ, καὶ χωρὶς τοῦ μίγω ὅπερ με‐
10τὰ τοῦ Σ λέγεται, 〈καὶ〉 γίνεται μίσγω.

lambda

7

Hrd. Λόγος· διὰ τί βαρύνεται; τὰ εἰς ΓΟΣ δισύλλαβα διβράχεα, ἀπὸ ῥημάτων γινόμενα, βαρύνονται· ψόγος γόμοσμό′γος ὃ σημαίνει τὴν κακοπάθειαν,
5ἐξ οὗ καὶ τὸ μογεῖν τὸ κακοπαθεῖν.

lambda

8

Hrd. Λίαν· τὸ ΑΝ μακρόν· τὰ εἰς ΑΝ λή‐ γοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλα‐ βὴν ἁπλὰ ἑνὶ φωνήεντι παραλήγοντα
ἐκτείνει τὸ Α, οἷον, πέραν ἄγαν λίαν.81

lambda

9

Epim. Ps. Λίθος· παρὰ τὸ λίαν θέειν κατ’ ἀντί‐ φρασιν ὁ μὴ λίαν θέων, ἀλλ’ ἑδραῖος ὤν· τὸ ΛΙ, Ϊ 〈διὰ τί〉; τὰ διὰ τοῦ ΗΘΟΣ ὀνόματα διὰ τοῦ Η γράφον‐
5ται, πλὴν τοῦ λίθος καὶ πίθος.

lambda

10

Orion Λεπρός· παρὰ τὸ λέπος, λεπηρὸς καὶ λεπρός· ἢ παρὰ τὸ λέπω τὸ λεπίζω, ὁ μέλλων λέψω, ὁ παρακείμενος λέ‐ λεφα λέλεμμαι λέλεψαι λέλεπται,
5καὶ ἐξ αὐτοῦ λεπτὸς καὶ τροπῇ τοῦ Τ εἰς Ρ λεπρός.

lambda

11

Λίπος· παρὰ τὸ λίαν ἐπίρρημα καὶ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· τὸ λίαν λιπαρὸν καὶ εὐδιάλυτον.

lambda

12

Λυσιτελής· σημαίνει τὸν εὔκολον ὄν‐ τα, καὶ μὴ στραγγαλιώδη· γίνεται δὲ παρὰ τὸ λύω λύσω καὶ τὸ τέλος λυ‐ σιτελής.

lambda

13

Λῆμνος· εἰ μὲν σημαίνει τὴν πόλιν κλίνεται ἡ Λῆμνος τῆς Λήμνου καὶ
γράφεται διὰ τοῦ Η καὶ γίνεται πα‐ ρὰ τὸ ΛΑ ἐπιτατικὸν μόριον καὶ τὸ82
5ὕπνος καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ Α εἰς Η καὶ πλεονασμῷ τοῦ Μ Λῆμνος· εἰ δὲ τὴν ὑδατώδη λίμνην γράφεται διὰ τοῦ Ϊ καὶ κλίνεται ἡ λίμνη τῆς λίμνης.

lambda

14

Λαιστρυγών· ὁ ἀδηφάγος, παρὰ τὸ πάνυ στυγεῖν, ἤγουν μισεῖσθαι, ὁ ἀπάν‐ θρωπος.

lambda

15

Orion Λιπαρῶ· τὸ παρακαλῶ· παρὰ τὸ λίαν παρεῖναι τοὺς καλούντας.

lambda

16

Λάθρα· ἐπίρρημα μεσότητος ἀντὶ τοῦ λαθραίως· γίνεται δὲ ἐκ τοῦ λήθω τὸ λανθάνω· ὁ γὰρ λάθρα ποιῶν τι λανθάνειν πολλοὺς οἴεται.

lambda

17

Orion Λάσκω· παρὰ τὸ λαλῶ· ὡς καὶ Εὐ‐ ριπίδης ‘τοιαῦτα λάσκει τοῖς ἀναγκαί‐ οις φίλοισ‘.

lambda

18

Λιτανεύω· παρὰ τὸ λιτή, τοῦτο παρὰ τὸ λίσσω τὸ ἱκετεύω, τοῦτο παρὰ τὸ
λίαν καὶ τὸ ἵζω τὸ κάθημαι.83

lambda

19

Λαξευτήριον· ἔστι ξέω, καὶ πλεονασμῷ τοῦ Υ ξεύω καὶ μετὰ τοῦ ΛΑ ἐπιτα‐ τικοῦ μορίου τὸ πάνυ ξέω, καὶ ἐξ αὐ‐ τοῦ λαξευτήριον.

lambda

20

Λευχειμονείτω· ἔστι λευκὸς καὶ ἕω τὸ ἐνδύομαι, οὗ ὁ παρατατικὸς εἷον, ὁ παθητικὸς εἷμαι· καὶ ἐξ αὐτοῦ εἷμα ἐξ οὗ καὶ ἱμάτιον· ἐκ τοῦ λευκὸς καὶ
5τοῦ εἷμα γίνεται λευκείμων, καὶ τρο‐ πῇ τοῦ Κ εἰς Χ λευχείμων, ὁ λευκὰ ἱμάτια ἔχων. ἐκ δὲ τοῦ λευχείμων γί‐ νεται λευχειμονῶ, ὁ παρατατικὸς ἐλευ‐ χειμώνουν καὶ τὸ προστακτικὸν λευ‐
10χειμώνεε λευχειμώνει· καὶ τὸ τρίτον λευχειμωνεέτω λευχειμωνείτω.

lambda

21

Λελουμένος· παρὰ τὸ λούω, τὸ κα‐ θαίρω, καὶ πλεονασμῷ τοῦ Ο λούω, ὁ μέλλων λούσω, ὁ παθητικὸς παρα‐ κείμενος λέλουμαι καὶ ἡ μετοχὴ λε‐
5λουμένος.

lambda

22

Λουκᾶς· Ῥωμαῖόν ἐστι τὸ ὄνομα, οὐχ Ἑλληνικόν· ἄλλοι δὲ λέγουσιν ὅτι ἀπὸ τοῦ λευκὸς γέγονε, Λευκᾶς καὶ Λουκᾶς.

lambda

23

Λάμπω· παρὰ τὸ σέλας, ὃ σημαίνει
τὸ φῶς, καὶ τὸ ἔμπω γίνεται σελάμ‐ πω ‘καὶ‘ κατ’ ἀφαίρεσιν τῆς ΣΕ συλ‐ λαβῆς λάμπω.84

lambda

24

Epim. Λαβύρινθος· ἔστι σπήλαιον ἀντρῶδες παρὰ κάθοδον, δυσχερές, καὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ
5ἐκβῆναι λαμβάνονται ἐπὶ τῶν ἀφύκτων λόγων, ὧν οὐδεὶς δύναται ἐκφυγεῖν.

lambda

25

Epim. Λεαίνω· ἐκ τοῦ λεῖος· τοῦτο ἐκ τοῦ λάω, τοῦτο παρὰ τὸ λῶ, καὶ ἐξ αὐ‐ τοῦ λαύω καὶ ὄνομα λαῦος, καὶ τρο‐ πῇ τοῦ Α εἰς Ε λεῦος, καὶ τοῦ Υ
5εἰς Ϊ λεῖος, καὶ ἐξ αὐτοῦ λειαίνω καὶ λεαίνω· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέ‐ λομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύ‐ γομεν.

lambda

26

Epim. Λέπρα· σημαίνει τὸν ἐλεφαντιασμόν, παρὰ τὸ λέπος. ἐλεφαντιασμὸς δέ ἐστιν ὁ, δίκην ἐλέφαντος, τινὰ μὲν μέρη τοῦ σώματος λευκά, τινὰ δὲ
5μελάντερα ἔχων· γίνεται δὲ παρὰ τὸ λέπος, ὃ σημαίνει τὸ δέρμα· εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος γί‐
νεται ὁ ἐλεφαντιασμός.85

lambda

27

Orion Λοβός· τὰ κατώτερα μέρη τῶν ὤτων· ‘ἐϋτρήτοισι λοβοῖσι‘· καὶ ἀγγεῖον ἐρε‐ βΐνθης καὶ κυάμου· καὶ παρὰ τοῖς θητικοῖς τὰ κάτω μέρη τοῦ σώμα‐
5τος.

lambda

28

Orion Λύρα· παρὰ τὸ λύω λύσω λύρα· λύ‐ σις γὰρ ἐδόθη τοῦ Ἑρμοῦ καὶ Ἀπόλ‐ λωνος, ὑπὲρ οὗ ἔκλεψεν τοὺς βοῦς ὁ Ἑρμῆς.

lambda

29

Orion Λαῖλαψ· παρὰ τὸ λάπτω λάψω λάψ, καὶ κατὰ ἀναδιπλασιασμὸν λάλαψ καὶ πλεονασμῷ τοῦ Ϊ λαῖλαψ.

lambda

30

Epim. Λάβραξ· παρὰ τὸ βορά, καὶ τὸ ΛΑ ἐπιτατικὸν μόριον λάβραξ παρώνυ‐ μος, ὡς λίθος λίθαξ.

lambda

31

Hrd. Λεῖκνον· διφορούμενον κατὰ τὴν γραφήν· παρὰ τὸ λείπω, καταλείπει γὰρ τὰ
χρήσιμα καὶ τὰ ἄχυρα ἐκβάλλει.86

lambda

32

Hrd. Λειχήν· παρὰ τὸ λείχω, καὶ γάρ, φασίν, ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαί‐ ρεται· ἢ παρὰ τὸ λεῖον κατ’ ἀντίφρα‐ σιν, τὸ μὴ ὂν λεῖον.

lambda

33

Hrd. Λειόβατος· παρὰ τὸ λεῖον.

lambda

34

Hrd. Λείψανον· παρὰ τὸ λείβω λείψω· ἢ παρὰ τὸ λείπω λείψανον. λείψανα γάρ εἰσι τὰ καταλείμματα.

lambda

35

Epim. Ps. Λειτουργός· παρὰ τὸ λήϊτον, ὃ σημαί‐ νει τὸ δημόσιον καὶ τὸ ἔργον, γίνε‐ ται ληϊτοεργὸς καὶ τροπῇ τοῦ Η εἰς Ε λειτουργός.

lambda

36

Orion Λητώ· Ἀπολλώδορος ‘Ἐλεητώ‘· ἐλεή‐ μων γὰρ ἡ θεός· ‘κατὰ δέ τινας Λητώ‘.

lambda

37

Hrd. Λιβρός· ὁ σκοτεινός· παρὰ τὸ λίαν ἔρεβος.

lambda

38

Orion Λυγαῖον· τὸ σκοτεινόν, παρὰ τὸ λύειν
τὸ αὖγος.87

lambda

39

Λέληκα· οὐκ ἀπὸ τοῦ λέγω, ἀλλ’ ἀπὸ τοῦ λαλῶ, λαλήσω, λελάληκα, κατὰ συγκοπὴν λέληκα.

lambda

40

Λάμια· ἀπὸ τοῦ ἔχειν λαιμὸν μέγαν, Λαίμια καὶ Λάμια.

lambda

41

Λάτρον· ὁ μισθός, ἐκ τοῦ τηρῶ τοῦ σημαίνοντος τὸ βλέπω καὶ τοῦ ΛΑ ἐπι‐ τατικοῦ γίνεται λατήριον καὶ λάτρον πρὸς ὃ βλέπει ὁ μισθωτός.

lambda

42

Orion Λύθρον· ἡ ἀκαθαρσία· κυρίως τοῦ ση‐ μετὰ κόνεως αἷμα· παρὰ τὸ λύματα καὶ καθάρματα δεῖσθαι.

lambda

43

Ληϊστοί· οἱ ἐκ λείας καὶ λῃστείας
〈κτητοί〉, ἀπὸ τοῦ ληΐζω.88

mu

t

Ἀρχὴ τοῦ Μ

mu

1

Orion Μακρά· ὄνομα ἐκ τοῦ μακρός, τοῦτο ἐκ τοῦ μῆκος· ὥσπερ παρὰ τὸ κύδος γίνε‐ ται κυδρός, ὡς καὶ τὸ ‘κυδρὴ παράκοι‐ τισ‘ οὕτως παρὰ τὸ μῆκος γίνεται μη‐
5κερὸς καὶ κατὰ συγκοπὴν μηκρός, καὶ τροπῇ τοῦ Η εἰς Α μακρός· ἠνίκα γὰρ πλεονάζει τὸ σύμφωνον, τρέπεται τὸ μακρὸν εἰς βραχύ· τὸ δὲ ‘μακρὰ βιβῶν‐ τα‘, ἔστιν ἐπίρρημα δισταγμοῦ μεσό‐
10τητος ἀντὶ 〈τοῦ〉 μεγάλως.

mu

2

Orion Μάχη· παρὰ τὸ ἄχος, ὃ σημαίνει τὴν λύπην, ἄχη καὶ πλεονασμῷ 〈τοῦ ΜΑ〉 μάχη.

mu

3

Μωϋσῆς· παρὰ τὸ μῶυ, ὃ σημαίνει τὸ ὕδωρ, καὶ τὸ ἔω, ὃ σημαίνει τὸ λαμ‐
βάνω, ὁ ἐκ τοῦ ὕδατος ληφθείς.89

mu

4

Epim. Ps. Μεθύω· παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μὴ θεῖν, ἤγουν τρέχειν· οἱ γὰρ μεθύον‐ τες ἀκίνητοί εἰσι μέχρις ὅτε ἀπομεθύ‐ σουσιν· ἢ παρὰ τὸ μεθίω τὸ ἀμελῶ.

mu

5

Μολῶ· παρὰ τὸ πολιῶ γίνεται πολῶ, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετά‐ βολον γίνεται μολῶ.

mu

6

Μῆκος· παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ γίνεται μῆγος καὶ μῆκος· τὸ τοῖς ἐν αὐτῷ ἐρχομένοις κόπον παρέ‐ χον.

mu

7

Orion Μύξα· παρὰ τὸ ἀπὸ μυκτήρων κρίνεσ‐ θαι.

mu

8

Orion Μασχάλη· παρὰ τὸ εἰς μάχας χαλᾶσθαι ἢ παρὰ τὸ σχῶ σχήσω σχάλη καὶ μασχάλη.

mu

9

Orion Μύσταξ· ἀπὸ τοῦ τοὺς μυκτῆρας στά‐ ζειν ἐν αὐτῷ.

mu

10

Μάγκιπες· Ῥωμαιστὶ οἱ τεχνῖται τοῦ ἄρτου.

mu

11

Hrd. Μᾶλλον· τὸ ΜΑ μακρόν. πᾶν δίχρονον, ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπαγο‐
μένου συστέλλεται, οἷον, ἀμνός, φαλκο‐ νίλλα· σεσημείωται τὸ μᾶλλον παρὰ90
5Ἀττικοῖς ἐκτεινόμενον,

mu

12

Μεγάλη· ἀπὸ τοῦ μέγας· τοῦτο δὲ εἴ‐ ρηται ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου τόπου.

mu

13

Μασθός· παρὰ τὸ μῶ τὸ ζητῶ, καὶ τὸ θῶ τὸ θηλάζω, κατ’ ἀντίφρασιν, ὁ μὴ πρὸς τὸ θηλάζειν ζητούμενος.

mu

14

Μαστός· παρὰ τὸ μεστὸς εἶναι γά‐ λακτος.

mu

15

Μέλισσα· παρὰ τὸ ἐν τοῖς ‘μήλοισ‘ ἱζάνειν· τὰ δὲ μῆλα σημαίνει τὰ ἄν‐ θη αὐτοῖσι μήλ‵οι′σι· καὶ τί μετέχει; εἰς τὰ ἄνθη· ἡ γὰρ μέλισσα τῶν ἀν‐
5θέων τὰ χρησιμώτατα συλλέγει καὶ ποιεῖ τὸ μέλι.

mu

16

Μέτωπον· παρὰ τὸ ἐπάνω τῶν ὠπῶν ἵστασθαι.

mu

17

Hrd. Μέχρι· τὰ πεφυκότα ἐπιρρήματα, κἄν τε μετὰ τοῦ Σ, κἄν τε ἄνευ τοῦ Σ διὰ τοῦ Ϊ γράφονται, οἷον, πολλάκις,
ὀλιγάκις, μέχρις, μέχρι.91

mu

18

Orion Μάρτυς· παρὰ τὸ μαίρω τὸ λάμπω, ὁ εἰς φῶς ἄγων τὰ πράγματα.

mu

19

Μόνος· παρὰ τὸ οἴω τὸ μονῶ, γίνεται οἶος, καὶ πλεονασμῷ τοῦ Μ μοῖνος καὶ ἐκβολῇ τοῦ Ϊ μόνος· ὁ μὴ μετὰ ἑτέρου ὤν. ἢ παρὰ τὸ εἷς ἑνὸς καὶ
5πλεονασμῷ τοῦ Μ μένος καὶ τροπῇ τοῦ Ε εἰς Ο μόνος.

mu

20

Epim. Μαλάσσω· ἐκ τοῦ ἀλλάσσω· τὸ γὰρ μαλασσόμενον ἀλλάσσεται.

mu

21

Epim. Ps. Μάνδρα· παρὰ τὸ μένειν ἐν αὐτῇ τὰ τετράποδα ἢ παρὰ τὸ ἄντρον, ὃ σημαί‐ νει τὸ σπήλαιον, ἄντρα καὶ μάνδρα.

mu

22

Μονιός· σημαίνει τὴν ἄρκον, καὶ γίνε‐ ται παρὰ τὸ μόνος μονιός, ἡ γὰρ ἄρ‐ κος οὐ προσκολλᾶται ἑτέρῳ τινί· κα‐ ταχρηστικῶς δὲ σημαίνει δαίμονα.

mu

23

Μαλάχη· παρὰ τὸ ἔκλυτον καὶ ἀκρά‐ τητον εἶναι. ἔστι δὲ εἶδος φυτοῦ λε‐ γόμενον μῶλυ.

mu

24

Μεμάσσειν· μαλάσσειν, ὡς οἶμαι, καὶ κατατήκειν καὶ δαπανᾶν καὶ κατανα‐
λίσκειν.92

mu

25

Μετάρσιος· παρὰ τὸ αἴρω ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἐξ αὐτοῦ ἄρ‐ σιος καὶ μετάρσιος, ὁ λίαν ὑψούμενος· ἡ γὰρ μετὰ ἐπίτασιν σημαίνει ἀρτίως.

mu

26

Μέντοι γε· ἐπίρρημα μεσότητος· ἐκ τοῦ μὲν συνδέσμου, καὶ τοῦ ΓΕ παραπλη‐ ρωματικοῦ.

mu

27

Μονοκερώτων· ἔστι κείρω τὸ κου‐ ρεύω. ἐξ αὐτοῦ κέρας ἡ γενικὴ κέρα‐ τος· τὸ Ἰωνικὸν κέραος καὶ Ἀττικὸν κέρως, καὶ μετάγεται ἡ γενικὴ εἰς
5εὐθεῖαν· καὶ μετὰ τοῦ μόνος μονόκε‐ ρως μονοκέρωτος.

mu

28

Epim. Ps. Μαστίζω· παρὰ τὸ ἲς ἰνὸς γίνεται ἱνὰς καὶ ἱμάς, ἱμάντος· ἐξ αὐτοῦ κα‐ τὰ ἀποβολὴν τοῦ Ϊ μαστίζω, τὸ μετὰ δυνάμεως πλήσσω.

mu

29

Μηθενός· τρία μέρη λόγου εἰσί· τὸ μὴ ἀπαγορευτικόν· τὸ ΤΕ συμπλεκτι‐ κὸν σύνδεσμον, καὶ τὸ ἑνὸς ὄνομα· ἀπὸ τοῦ εἷς ἑνός, κατὰ συγκοπὴν
5μηθενός.

mu

30

Epim. Ps. Μεμυαλωμένα· παρὰ τὸ μύω τὸ σφαλίζω, γίνεται μυελὸς ὁ {ἐ}σφα‐ λισμένος ὑπὸ τοῦ ὀστέου· γίνεται δὲ καὶ μυαλός, ἐκ τοῦ μυαλῶ μυαλώ‐
5σω, καὶ τὰ λοιπὰ δῆλα.93

mu

31

Μάννα· ὄνομα βάρβαρον, γίνεται δὲ παρὰ τὸ μῶ τὸ ζητῶ, θηλυκὸν ὄνο‐ μα, ἡ μάννα, τῆς μάννας, ‘ἣν πάντες ζητοῦμεν‘· καὶ τὸ οὐδέτερον μάννα.

mu

32

Μηνιεῖ· ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, οὗ ὁ μέλλων μανῶ, ὁ δεύτερος ἀό‐ ριστος ἔμανον καὶ ἔμηνα· ἐκ τούτου μῆνις, μηνίω μηνίσω, ὁ Ἀττικὸς μέλ‐
5λων μηνιῶ.

mu

33

Μεσούσης· ἔστιν ἴσος, καὶ τροπῇ τοῦ Ϊ εἰς Ε, καὶ πλεονασμῷ τοῦ Μ, μέσος, καὶ ἐξ αὐτοῦ μεσῶ, μεσώσω, συζυ‐ γίας τρίτης τῶν περισπωμένων· ἡ
5μετοχὴ μεσῶν μεσοῦντος, τὸ θηλυκὸν μεσοῦσα μεσούσης· καὶ ἀπὸ τοῦ μεσά‐ ζω μεσάζουσα καὶ μεσοῦσα {καὶ} κα‐ τὰ συγκοπήν.

mu

34

Orion Μύλος· παρὰ τὸ μειοῦν λίαν.

mu

35

Μεταξύ· παρὰ τὸ μέσος, μεσασγὺ καὶ μεταξύ.

mu

36

Epim. Μάγος· παρὰ τὸ μάσσω τὸ μαλάσσω, ὁ διὰ τῶν μαγικῶν ἐμπλάστρων τὰ
μέλλοντα ἡμῖν προλέγων.94

mu

37

Hrd. Μείζων· παρὰ τὸ μέγας, μεγάτερος, μεγίων, μές‵ς′ων, καὶ τροπῇ Αἰολικῇ τῶν δύο ΣΣ εἰς Ζ, καὶ πλεονασμῷ τοῦ Ϊ μείζων.

mu

38

Epim. Μέτριον· τὸ ταπεινόν, παρὰ τὸ μετρῶ τὸ ὑποταπεινούμενον· τοῦτο παρὰ τὸ μέτριον, τοῦτο παρὰ τὸ μείρω τὸ μέ‐ τρον· ‘σημαίνει δύο‘, τὸ ταπεινὸν καὶ
5τὸ ὑποκοριστικὸν τοῦ μέτρου.

mu

39

Epim. Μηρυκισμός· ἐκ τοῦ μηρυκίζω, τοῦ‐ το ἐκ τοῦ μηρύκω· μηρύκειν γὰρ λέ‐ γεται τὸ ἐκ βάθους ἀρύεσθαι τὴν τροφὴν καὶ εἰς μικρὰ κόπτειν. τοῦτο
5παρὰ τὸ μηρύω τὸ ἀναλέγομαι· τοῦ‐ το παρὰ τὸ μέρος, μερύω, μηρύω τὸ εἰς μέλη κοπτόμενον.

mu

40

Epim. Μεταμέλεια· σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταμέλομαι καὶ μετανοῶ καὶ 〈μετα〉γιγνώσκω.

mu

41

Epim. Μισθαρνία· παρὰ τὸ μισθὸς καὶ τὸ ἀρνῶ, τὸ ἀντικατα〈λ〉λάσσω, ἐξ οὗ καὶ παράγωγον ἀρνύω καὶ ἄρνυμι καὶ ἀρνύμενος· τὸ δὲ ἀρνύω παρὰ
5τὸ ἀρνός· οἱ γὰρ ἀρχαῖοι δι’ ἀρνῶν
ἐποιοῦντο τὰς ἀμοιβάς.95

mu

42

Epim. Μήνυμα· παρὰ τὸ μηνύω, τοῦτο παρὰ τὸ ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι, ἄνυμαι οὖν ἄνυμα καὶ μήνυμα· ἢ πα‐ ρὰ τὸ μνῶ μνύω καὶ πλεονασμῷ τοῦ
5Η μηνύω.

mu

43

Epim. Μαγγανεία· ἐκ τοῦ μαγγανεύω· τοῦτο παρὰ τὸ μάγγανον, τοῦτο 〈παρὰ τὸ〉 ἄγω, τὸ φέρω.

mu

44

Epim. Μαλακισθέντες· ἀντὶ 〈τοῦ〉 χαυνωθέν‐ τες, τὸ θέμα μαλακίζω, γίνεται ἐκ τοῦ μαλακός.

mu

45

Epim. Μοχθηρία· λέγεται ἡ κακία, ἀπὸ τοῦ μοχθηρός, ὃ σημαίνει τὸν κακόν· τοῦ‐ το ἐκ τοῦ μόχθος, τοῦτο ἐκ τοῦ μό‐ γος, ὃ σημαίνει τὸν κόπον, πλεονασμῷ
5τοῦ Θ καὶ τροπῇ τοῦ Γ εἰς Χ.

mu

46

Epim. Ps. Μοιχός· σημαίνει δύο· τὸν ἐνδότατον τόπον, τὸ Ϋ ψιλόν· παρὰ τὸ νὺξ νυ‐ χὸς καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχός, οἱονεὶ ὁ ἐνδότατος
5καὶ σκοτεινότατος τόπος· μοιχὸς δὲ ὁ πόρνος, τὸ ΜΟΙ δίφθογγον, καὶ γί‐
νεται παρὰ τὸ εἴκω, τὸ πρέπω, ὁ {μέσος} παρακείμενος εἶκα· λόγῳ πα‐ ραληγούσης ΟΙ καὶ μετὰ τῆς μὴ μη‐96
10οίκος, καὶ τροπῇ μοιχός, οἱονεὶ ὁ τὰ μὴ πρέποντα πράσσων.

mu

47

Μείλινος· παρὰ τὸ μελέω μελείνος καὶ συγκοπῇ μέλινος καὶ πλεονασμῷ τοῦ Ϊ μείλινος.

mu

48

Μειλίγματα· σημαίνει τὰ πραυντικά, ἀπὸ μειλίσσω μείλιγμα.

mu

49

Μείλια· σημαίνει τὰ ἐξώπροικα παρὰ τὸ μειλίσσω.

mu

50

Hrd. Μαντίνεια· ἔστιν ὄνομα πόλεως, ἀπὸ τοῦ Μαντινεύς, Μαντίνεια.

mu

51

Μίνθη· ἥν τινες ἡδύοσμον καλοῦσιν. ἔστι δὲ καλαμίνθη, ἄγριον ἡδύοσμον, ἥντινα λυπηθεῖσα ἡ Δημήτηρ καὶ ἰδοῦσα, ἄκαρπον ἐποίησε· μήποτ’ οὖν
5ἡμεῖς μίνθον κατ’ ἀντίφρασιν τὴν δυ‐ σωδίαν καλοῦμεν;

mu

52

Μύστρον· ἀπὸ τοῦ μιστύλλεσθαι, του‐ τέστιν εἰς μικρὰ κόπτειν, ἤγουν ἐπαί‐
ρειν.97

mu

53

Orion Μήνη· ἀπὸ τοῦ μὴν μηνός, ἢ ἀπὸ τοῦ μήνις· αὕτη γὰρ τὸ πάθος αὐξάνουσα διὰ τῆς ὑποστακτικῆς ὑπάρξεως.

mu

54

Orion Μαῖρα· ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπ’ αὐτοῦ πάντα· λέγεται δὲ ὁ κατηστερισμένος κύων ἀπὸ τοῦ μαίρειν ὅ ἐστι λάμπειν.

mu

55

Hrd. Μιμαλλόνες· παρὰ τὸ μιμεῖσθαι ἄνδρας· ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν, ἥτις κεῖται παρὰ Καλλιμάχῳ.

mu

56

Orion Μαλακόν· παρὰ τὸ λίαν καλὸν εἶναι.

mu

57

Μενδήσιος· Μένδης ἐλέγετο παρ’ Αἰ‐ γυπτίοις 〈ὁ〉 τράγος, ἐκ τοῦ Μένδης Μένδητος Μενδήτεος καὶ Μενδήσιος· ἢ τοπικόν ἐστι, ὡς θαλάσσιος, οὐ‐
5ράνιος.

mu

58

Μελχισεδέκ· βασιλεὺς εἰρήνης· μελχὶ γὰρ λέγεται ὁ βασιλεὺς καὶ τὸ σεδὲκ ὄνομα εἰρήνης καὶ ἀνάγεται εἰς τὸν
Χριστόν. τὸ ΧΙ, Ϊ ἐκ παραδόσεως.98

mu

59

Μέδων· σημαίνει τὸν βασιλέα· ὄνομα μετοχικόν· τὸ θέμα μέδω παρὰ τὸ ἕζω τὸ καθέζομαι· ἕζων καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος.

mu

60

Epim. Ps. Μήτηρ· παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν γένωνται μητέρες φυλάττονται πρὸς τὸ μὴ μολυνθῆναι τὴν παρθενίαν αὐτῶν· ἡνίκα δὲ γέ‐
5νωνται μητέρες οὐ τηροῦνται.

mu

61

Orion Μαιμάσσει· σφύζει, προθυμεῖται, κυ‐ ματοῦται· παρὰ τὸ αἷμα αἱμάσσω καὶ μαιμάσσω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ.

mu

62

Orion Μακκοᾷ· ἀνοηταίνει, παρὰ τὸ μὴ καὶ τὸ κοῶ τὸ νοῶ· μηκκοῶ καὶ τροπῇ καὶ ἐπεισόδῳ μακκοῶ ὡς ἥδω ἁν‐
δάνω.99

nu

t

Ἀρχὴ τοῦ Ν

nu

1

Epim. Hom. Νέκυς· παρὰ τὸ κῖκυς ὃ σημαίνει τὴν ἰσχύν, καὶ 〈μετὰ〉 τοῦ ΝΕ στερητικοῦ νέκικυς, καὶ ἐν συγκοπῇ νέκυς, ὁ ἐστε‐ ρημένος τῆς ἰσχύος.

nu

2

Epim. Hom. Νεκρός· παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ κὴρ κηρός, ὃ δηλοῖ τὴν ψυχήν, γίνεται 〈ν〉ήκερος, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ ἐν συγκοπῇ καὶ τροπῇ τοῦ
5Η εἰς Ε νεκρός.

nu

3

Epim. Ps. Νῶτος· σημαίνει τὴν ψύαν· κατ’ ἐπαύ‐ ξησιν· γίνεται δὲ παρὰ τὸ νοτίς, ὃ σημαίνει τὴν ὑγρότητα, ἐπαυξήσει τοῦ Ο εἰς Ω· ἢ παρὰ τὸ ὦ ῥῆμα, ὃ ση‐
5μαίνει τὸ ὑπάρχω, ὦτος καὶ νῶτος.100

nu

4

Νάρθηξ· παρὰ τὸ νέρθεν τοῦ ἄμβω‐ νος εἶναι.

nu

5

Hrd. Νεφέλη· παρὰ τὸ νίφω τὸ χιονίζω· τὸ ΦΕ, ψιλὸν 〈διὰ τί〉; τὰ διὰ τοῦ ΕΛΗ θηλυκὰ τρισύλλαβα ἑνὶ φωνήεντι πα‐ ραλήγονται· Σεμέλη, ἀγέλη, κυψέλη,
5νεφέλη.

nu

6

Orion Νεβρός· σημαίνει τῆς ἐλάφου ‘τὸ γέν‐ νημα‘· παρὰ τὸ νεωστὶ πρὸς πορείαν ἰέναι· ἢ παρὰ τὸ ΝΕ στερητικὸν καὶ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν· ὁ
5ἐστερημένος τῆς τροφῆς.

nu

7

Νεφθαλείμ· ὄνομα ἄκλιτον· γέγονε δὲ παρὰ τὸ θάλλω τὸ αὔξω καὶ τὸ εὖ μόριον, εὐθαλὴς καὶ νεφθαλεὶμ πλεο‐ νασμῷ τοῦ Ν καὶ τροπῇ τοῦ Ϋ εἰς
5Φ· σημαίνει δὲ τὴν ἀντίληψιν.

nu

8

Νεώτερος· παρὰ τὸ νέος· τοῦτο παρὰ τὸ νέω, τὸ πορεύομαι· συμπορευομένη
γὰρ ἡ ἡλικία τῷ νεωτέρῳ.101

nu

9

Hrd. Νομή· παρὰ τὸ νέμω νομή, σημαίνει δὲ τὴν τροφήν· ὀξύνεται· τὰ εἰς ΜΗ λήγοντα ἰαμβικὰ παραληγόμενα τῷ Ο ἔχοντα ῥήματα ἀντιπαρακείμενα διὰ τοῦ Ε
5ὀξύνονται· οἷον νομή, ἀνατολή, ἀνατο‐ μή· τὸ μέντοι Εὐνόμη καὶ Ἀμφινόμη βαρύνονται.

nu

10

Epim. Ps. Νοσσιά· παρὰ τὸ νεοσσός· τοῦτο δὲ παρὰ τὸ ΝΕ στερητικόν, καὶ τὸ σεύ‐ ω τὸ ὁρμῶ.

nu

11

Ναί· ἀπὸ τοῦ νοῦς νοὸς νοῒ καὶ τρο‐ πῇ τοῦ Ο εἰς Α ναί· διὸ καὶ ὀξύνεται.

nu

12

Orion Νόμισμα· παρὰ τὸ νομίζω, νομίσω, νόμισμα· τὸ νομιζόμενα μηδὲν εἶναι.

nu

13

Νίσομαι· τὸ πορεύομαι· ὤφειλε διὰ τοῦ ΕΙ· ἀνεφάνη γὰρ τὸ Ε ἐν τῷ νέομαι· ἀλλ’ ἡ παράδοσις ἔχει τὸ Ϊ
[θεματικό]ν. νίσω· τὸ ΝΙ μακρόν.102

xi

t

Ἀρχὴ τοῦ Ξ

xi

1

Epim. Ξυνωρίς· σημαίνει τὴν δυάδα· γίνε‐ ται ἐκ τοῦ ξυνάορος, ὅ ἐστι μετὰ τι‐ νῶν συναρμοζόμενος· τοῦτο ἐκ τῆς ξὺν Ἀττικῆς προθέσεως, καὶ τοῦ
5ἄρω τὸ ἁρμόζω· ἐκ τοῦ οὗν ξυνά‐ ορος, τὸ θηλυκὸν ξυναορὶς καὶ κα‐
τὰ κρᾶσιν ξυνωρίς.103

omicron

t

Ἀρχὴ τοῦ Ο

omicron

1

Epim. Hom. Ὀδυσσεύς· εἴρηται ἀπὸ ἱστορίας. Ἀντίκλειαν γάρ φησι τὴν Ὀδυσσέως μητέρα, ἐγκύμονα οὖσαν ὀδεύουσαν ἐν τῇ Ἰθάκῃ καὶ τοῦ Διὸς ὕσαντος,
5ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν, ἀποτεκεῖν τὸν Ὀδυσσέα, καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας ἐπέτυχεν.

omicron

2

Hrd. Ὄρνις· παρὰ τὸ ὄρω τὸ διεγείρω, οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τού‐ του τοῦ ζώου. ὄρνις ὄρνιθος. ὁ κα‐ νών· τὰ εἰς ΙΣ λήγοντα ὀνόματα
5ἔχοντα πρὸ τοῦ Ϊ δύο ἀμετάβολά τινα διὰ τοῦ ΘΟΣ κλίνονται· δέλλις δέλ‐ λιθος, ἔστι δὲ εἶδος ζώου ὅμοιον μη‐ λίσσῃ, μέρμις μέρμιθος, σημαίνει δὲ τὸ σχοινίον· οὕτως οὖν καὶ ὄρνις ὄρ‐
10νιθος· πλὴν τοῦ Τράλλις Τράλ〈λ〉εως, τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ΩΣ κλί‐ νεται.104

omicron

3

Epim. Hom. Ὅστις· ὄνομα ἀναφορικόν. συνετέθη δὲ ἐκ τοῦ ΟΣ ἄρθρου ὑποτακτικοῦ καὶ τοῦ τὶς ὀνόματος ἀορίστου· τὸ γὰρ ἐρωτηματικὸν ἀεὶ τὸν οἰκεῖον τόνον
5φυλάσσει καὶ οὐδέποτε ἐγκλίνεται· 〈ποίου〉 εἴδους τῶν ὑποπεπτωκότων; ἀναφορικοῦ.

omicron

4

Hrd. Οὗτος· ἀντωνυμία μονοπρόσωπος· τέσ‐ σαρες γάρ εἰσιν μονοπρόσωποι ἀντω‐ νυμίαι, οὗτος, αὐτός, ἐκεῖνος καὶ ὅδε καὶ ὁ δεῖνα κατὰ παραγωγήν· τὸ δὲ
5δεικτικὸν οὑτοσί, ἐκεινοσί, ὁδὶ γίνεται κατ’ ἐπέκτασιν τοῦ Ϊ πρὸς ἐμφανισμὸν πλείονος δείξεως· ἐστερήθη καὶ τὴν διὰ τοῦ Ϊ ἐπέκτασιν ὁ οὗτος, ἡ κλη‐ τικὴ ὦ οὗτος Ἀττικῶς. ὁμοίως καὶ
10τὸ ἐκεῖνος, ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ γὰρ οὗτος καὶ ἡ ἐκεῖνος ἀν‐ τωνυμίαι δεικτικαί εἰσι, ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ.

omicron

5

Ὄλισθος· σημαίνει τὸν συμποδισμόν, καὶ γίνεται παρὰ τὸ ὅλως ἵεσθαι, ὅ ἐστι πορεύεσθαι, ἢ παρὰ τὸ ὅλως
θέειν, κατ’ ἀντίφρασιν.105

omicron

6

Ὀχυρός· παρὰ τὸ ἔχω ἐχυρὸς καὶ ὀχυρός.

omicron

7

Hrd. Ὁμιλεῖν· παρὰ τὸ ὁμοῦ, καὶ τὸ εἵ‐ λω, τὸ συστρέφω· ὁ ὁμοῦ τὰς ἴλας, ἤγουν τοὺς λόχους, συστρέφων.

omicron

8

Orion Ὄρχις· παρὰ τὸ πρὸς ἀφροδίσια πα‐ ρέχειν ὄρεξιν.

omicron

9

Hrd. Ὄσπριον· παρὰ τὸ σπέρω σπόριον σπείρω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ Ο ὄσπριον.

omicron

10

Orion Ὀπώρα· παρὰ τὸ τῇ ὥρᾳ ἕπεσθαι ἤγουν ἐπακολουθεῖν.

omicron

11

Hrd. Ὁποῖος· τὸ ΠΟΙ δίφθογγον· τὰ διὰ τοῦ ΟΙΟΣ θέματα, συλλαβῆς πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ διφθόγγου γράφονται· παντοῖος, ἀλλοῖος, ὁποῖος,
5ἐπαγοροῖος.

omicron

12

Οἴκαδε· τὸ οἴκοι τί διαφέρει; οἴκαδε, τὸ εἰς τὴν οἰκίαν τὴν ἱδίαν πορεύεσθαι·
οἴκοι δὲ τὸ εἰς ἑτέρου τινός.106

omicron

13

Hrd. Οὐδέν· ὄνομα οὐδέτερον· οὐδείς, οὐδε‐ νός· ὁ κανών· τὰ εἰς ΕΙΣ μονοσύλλα‐ βα ἀρσενικὰ διὰ τοῦ ΝΟΣ κλίνονται· οἷον κτεὶς κτενός, δεὶς δενός· λοιπὸν
5ἐν τῇ συνθέσει τὸν αὐτὸν κανόνα φυ‐ λάσσει τοῦ οὐδετέρου σχήματος συν‐ θέτου· ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ εἷς ἀριθμοῦ γίνεται οὐεὶς καὶ πλεο‐ νασμῷ τοῦ Δ οὐδείς.

omicron

14

Hrd. Οὔπω· σύνδεσμος· συντάσσεται δὲ τῇ οὐ ἀποφάσει, καὶ τῇ μὴ ἀπαγο‐ ρεύσει, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν
5τοῦτο ἀποφαίνεται· οὐ δειπνῶ, ἀπό‐ φασιν ποιεῖται τελείαν· τὸ δὲ μήπω περιπατεῖν τῶν προσκαίρων ἀπαγό‐ ρευσιν τοῦ πράγματος δηλοῖ· ὑπισ‐ χνεῖται 〈δὲ〉 μέλλων ἕπεσθαι· σεση‐
10μείωται παρέλκων ἐνταῦθα κείμενον· οἷον ‘σοι δ’ οὔπω πάγχυ μάκαρες θεοὶ λ̣ε̣[λ]ά̣θοντο‘.

omicron

15

Οὐκ ἦν· ἔω, τὸ ὑπάρχω, ὁ παρα‐ τατικὸς ἦο̣ν, τὸ δεύτερον ἦες, τὸ τρίτον ἦε· καὶ ἐν συναιρέσει τοῦ Η Ε εἰς Η μακρὸν καὶ πλεονασμῷ
5τοῦ Ν ἦν.107

omicron

16

Ὄξος· παρὰ τὸ ὀξύνειν τὰς αἰσθή‐ σεις ἐν τῷ γεύεσθαι· σημαίνει καὶ ὄνομα ποταμοῦ, καὶ γράφεται διὰ τοῦ Ω μεγάλου.

omicron

17

Ὁρῶ· παρὰ τὸ χέω γίνεται χορῶ, καὶ ἀποβολῇ τοῦ Χ ὁρῶ· ὁ παρατα‐ τικὸς ὥραον, ὥραν, ὥραες, ὥρας, ὥραε, ὥρα καὶ τὸ προστακτικὸν
5ὅραε ὅρα ἐξ οὗ γίνεται κόρη τοῦ ὀφθαλμοῦ. καὶ τί μετέχει; χέω· χεό‐ μενον γὰρ τὸ ὁρατικὸν πνεῦμα τὴν ὅρασιν ἀποτελεῖ· δασύνεται [......] συ‐ στολῇ τοῦ Χ, ἔμεινεν ἡ ἀναλογοῦσα
10τοῦ Χ δασεῖα.108